Ancient Greek
Page 271
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam i ad Corinthios 271
Not analysed yet
εἰσὶν ἅγια καὶ τὰ τέκνα ὑμῶν, νικῶντος πάντως που τοῦ ἐν τοῖς πιστεύουσιν ἁγιασμοῦ τῶν οὔπω πεπιστευκότων τὸν ῥύπον. εἰ δὲ ὁ ἄπιστος χωρίζεταί φησιν, χωριζέσθω· οὐ δεδούλωται ὁ ἀδελφὸς ἢ ἡ ἀδελφὴ ἐν τοῖς τοιούτοις· οἰχέσθω γὰρ, εἰ δοκεῖ, τοῦ ἁγιάζοντος ὁ μεμολυσμένος, γνώμης ἰδίας ὀψώνιον ἔχων τὴν ἔν γε τούτῳ ζημίαν· ἀνυπαίτιος δὲ παντελῶς ὁ ταῖς θείαις ἑπόμενος ἐντολαῖς· εὐλογηθήσεται γὰρ ὡς εὐήνιος παρὰ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ. Περιτετμημένος τις ἐκλήθη; μὴ ἐπισπάσθω· ἐν ἀκροβυστίᾳ τις ἐκλήθη; μὴ περιτεμνέσθω. Τινὲς ὡς εἰκὸς τῶν ἐκ περιτομῆς διελογίζοντο καθ' ἑαυτούς Πῶς ἐσόμεθα δεκτοὶ καὶ τὴν ἐν Χριστῷ ζωὴν τιμήσομεν, ἔχοντες ἤδη τὴν περιτομήν; δεήσει τάχα που καὶ