# Fragmenta in sancti Pauli epistulam i ad Corinthios 272

Cyrillus, Fragmenta in sancti Pauli epistulam i ad Corinthios, Page 272. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-i-ad-corinthios/272

ἐπισπᾶσθαι, τουτέστι παλινδρομεῖν εἰς ἀκροβυστίαν, καὶ τὴν τῆς σαρκὸς καταβιάζεσθαι φύσιν· οἱ γεμὴν ἐξ ἑλληνικῆς ἐρχόμενοι πλάνης, παρὰ τῶν ἔτι τὴν ἐν νόμῳ τιμώντων σκιὰν τάχα που μανθάνοντες, ὡς ἔστι χρῆμα τίμιον ἡ περιτομὴ, καὶ πᾶσιν ἁγίοις τετηρημένον, καίτοι τὴν πίστιν ἔσθ' ὅτε παραδεξάμενοι, ἐπετελοῦντο σαρκὶ, καθάπερ ἀμέλει καὶ τῶν ἐν Γαλατίᾳ τινὲς, οἷς καὶ ὁ θεσπέσιος Παῦλος ἐπιπλήττει λέγων "Ἐναρξάμενοι πνεύματι νῦν σαρκὶ ἐπιτελεῖσθε;" ἔδει τοίνυν σαφεῖ καὶ ἐναργεστάτῳ κηρύγματι τῆς ἀληθείας αὐτοῖς ἀνευρῦναι τὴν ὁδὸν, καὶ ὡς ἡ περιτομὴ οὐδέν ἐστι τῶν ἄλλων ἐντολῶν τοῦ Θεοῦ ἐστερημένη· ὁμοίως δὲ καὶ ἡ ἀκροβυστία οὐδέν ἐστι μὴ εὐαγγελικῷ βίῳ κεκοσμημένη. Προσήκει τοίνυν τὸν κεκλημένον ἐν τῇ κλήσει μένειν ὅπως ἂν ἔχοι σχήματος· μέτεισι δὲ ἀναγκαίως ἐπὶ τὸ χρῆναι πάλιν δυσφημίαν ἑτέραν μονονουχὶ ἀποσοβεῖν τοῦ θείου κηρύγματος· πνεῦμα μὲν γὰρ δουλείας ἦν ἐν τοῖς ὑπὸ νόμον· τὸ δὲ θέσπισμα τὸ εὐαγγελικὸν, τῆς υἱοθεσίας τὸ πνεῦμα τοῖς πιστεύειν ἐθέλουσιν ἐνίεσθαί φησιν, καὶ οὐκ ἔτι καλοῦν εἰς δουλείαν, ἀλλ' εἰς ἐλεύθερον ἀξίωμα.

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam i ad Corinthios. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg004.local001/.
