# Fragmenta in sancti Pauli epistulam i ad Corinthios 273

Cyrillus, Fragmenta in sancti Pauli epistulam i ad Corinthios, Page 273. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-i-ad-corinthios/273

ΤΟΥ ΑΥΤΟΥ ΕΚ ΤΟΥ Δ ΤΟΜΟΥ ΤΗΣ ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ ΚΥΡΙΛΛΟΥ. Δοῦλος ἐκλήθης; μή σοι μελέτω. ἘΠΕΙΔΗ τινες τῆς τοῦ Ἁγίου Πνεύματος ἀξιούμενοι χάριτος, τὸν τῆς κατὰ σάρκα δουλείας ἀπεσείοντο ζυγὸν, ἐπιστέλλει μὲν καὶ δι' ἑτέρων "Μόνον μὴ τὴν ἐλευθερίαν εἰς "ἀφορμὴν τῇ σαρκὶ," καταγοητεύει δὲ ὥσπερ καὶ διὰ τούτων αὐτοὺς ἀστειότατα λέγων Δοῦλος ἐκλήθης; μή σοι μελέτω· ἀλλ' εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆσαι· τουτέστι κἂν εἰς τὸν τῆς δουλείας τῆς κατὰ σάρκα ζυγὸν ἐπηρτημένον ἔχων ἐκλήθης διὰ τῆς πίστεως εἰς ἐλευθέραν υἱότητα, κἂν εἰ τῆς θείας φύσεως γέγονας κοινωνὸς, ἄμεινον ἔσο μικροψυχίας, οὐκ ἄμισθον εὑρήσεις τὸν ἐπὶ τῇ δουλείᾳ πόνον· οἶδεν μὲν γὰρ ἐλευθέραν τὴν φύσιν ὁ δημιουργός· πεποίηται γὰρ οὕτως παρ' αὐτοῦ· πλεονεξία δέ τις παρεισδραμοῦσά πως κατὰ καιροὺς τῷ τῆς ἐλευθερίας κάλλει διελυμήνατο. δεῖ δὲ δὴ πάντως τοὺς πεπονθότας, ἀποφορτί-

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam i ad Corinthios. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg004.local001/.
