# Fragmenta in sancti Pauli epistulam i ad Corinthios 277

Cyrillus, Fragmenta in sancti Pauli epistulam i ad Corinthios, Page 277. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-i-ad-corinthios/277

Βλέπετε δὲ μήπως ἡ ἐξουσία ὑμῶν αὕτη πρόσκομμα γένηται τοῖς ἀσθενοῦσιν. Ἀδιαφοροῦντες περὶ τὸ ἐσθίειν τὰ ἱερόθυτα καὶ συνανακεῖσθαι τοῖς ἀπίστοις ἐν τοῖς ἱεροῖς, σκανδάλου πρόφασιν ἐποιοῦντό τισι τῆς ἑαυτῶν ἑδραιότητος τὴν ἐπίδειξιν. δεῖ γὰρ οὐκ ἐφ' ἅπασιν οὔτε ἔξω καιροῦ καὶ ἀδιακρίτως τῇ τῆς πίστεως ἐξουσίᾳ κατακεχρῆσθαι, πάντα δὲ μᾶλλον εὐσχημόνως πρέποι ἂν γίνεσθαι πρὸς ἡμῶν. Οὕτως δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν, εἰς Χριστὸν ἁμαρτάνετε. Σκανδαλίζοντες ἀδελφοὺς, εἰς αὐτὸν πλημμελήσομεν τὸν ὑπὲρ τῆς ἁπάντων ἡμῶν σωτηρίας τεθνεῶτα Χριστὸν, οὗ τί ἂν γένοιτο τὸ ἰσοστατοῦν ἀδίκημα; ἀπόλλυται γὰρ ὁ ἀσθενῶν ἐν τῇ σῇ γνώσει, καὶ γέγονεν ἡμῶν ἁμαρτία τὸ ἀγαθὸν, καὶ σκάνδαλον ἀδελφοῖς ἡ τῆς πίστεως ἑδραιότης, καὶ βόθρος ἡ γνῶσις. Παγχάλεπον τὸ πρᾶγμα· μόνον γὰρ οὐχὶ ταῖς τῶν ἀδελφῶν ἀσθενείαις ἐνάλλεσθαι καὶ οὐχὶ μᾶλλον ἐν σπουδῇ ποιεῖσθαι τὸ ἀσθενὲς αὐτῶν συνειδὸς ἐπιῤῥῶσαι· δεῖ γὰρ "μὴ "τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον," ἐννοοῦντας τὸ γεγραμμένον "Μὴ καταφρονεῖτε ἑνὸς τῶν μικρῶν τούτων, "ὅτι οἱ ἄγγελοι αὐτῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον "τοῦ Πατρός." εἶτα πῶς οὐ παγχάλεπον καὶ πρὸς αὐτῶν ἡμᾶς κατηγορεῖσθαι τῶν ἁγίων ἀγγέλων, ὡς ταῖς ἀδελφῶν ἀσθενείαις μονονουχὶ καὶ ἐναλλομένους, καὶ οὐχὶ δὴ μᾶλλον ποιουμένους ἐν σπουδῇ τὸ ἀσθενὲς αὐτῶν ἐπιῤῥῶσαι συνειδός;

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam i ad Corinthios. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg004.local001/.
