# Fragmenta in sancti Pauli epistulam i ad Corinthios 278

Cyrillus, Fragmenta in sancti Pauli epistulam i ad Corinthios, Page 278. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-i-ad-corinthios/278

ΤΟΜΟΣ Δ ΛΟΓΟΣ Γ. Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν. Παραγγείλας ὁ Παῦλος μὴ ἐσθίειν ἱερόθυτα τοῖς δῆθεν τελείαν ἔχουσι γνῶσιν, πειρᾶται λοιπὸν ἀναπείθειν ἐκ τῶν τοῖς ἀρχαιοτέροις συμβάντων, ὅτι τὸ χρῆμα οὐκ ἔστιν ἐπώφελες, ἀλλὰ μᾶλλον ἐπισφαλὲς, καὶ ὅτι τοῖς ἀδικεῖν εἰωθόσιν ἐπιπηδᾶν οὐκ ἀζήμιον· ἀποκομίζει γὰρ εἰς τὸ δρᾶν ἃ μὴ θέμις, καταδονουμένης εὐκόλως τῆς ἀνθρώπου διανοίας ἐφ' ἃ μὴ προσῆκε κατὰ βραχύ. δέχεται τοίνυν οὐκ ἀκαλλῆ τοῦ πράγματος εἰκόνα, μᾶλλον δὲ καὶ λίαν ἐμφερεστάτην, τὰ τοῖς ἐξ αἵματος Ἰσραὴλ συμβεβηκότα κατὰ τὴν ἔρημον· ἀποδεικνύοι δὲ καὶ μάλα γοργῶς, ὅτι τὸ συζῆν ἐθέλειν ἀπίστοις οὐδ' ἂν αὐτοῖς γένοιτο τοῖς ἐρηρεισμένοις ἀζήμιον. ὃ δὲ λέγει, τοῦτό ἐστιν· ἐτελειοῦντο διὰ τῆς νεφέλης ἐν τῇ θαλάσσῃ, μέσης ἐπηρτημένης αὐτοῖς τῆς νεφέλης, μεσιτεύοντος Μωσέως, οἱ τῆς δουλείας ἀπηλλαγμένοι· ἔφαγον τὸν ἄρτον τὸν ἐξ οὐρανοῦ, ἔπιον τὸ πόμα τὸ ζωοποιόν· πεπότικε γὰρ αὐτοὺς ὁ Χριστὸς αὐτὸς ὢν ἡ πέτρα· καὶ γάρ ἐστιν ἄθραυστος ὡς Θεὸς κἂν εἰ πέπονθεν ἑκὼν τοῦ θανάτου τὴν ἔφοδον. πνευματικοῦ δὲ πράγματος προανατυπώσεις εἶναί φαμεν τὰ τοιαῦτα· καὶ τί μετὰ τοῦτο τοῖς ἀρχαιοτέροις συνέβη; προσκεκρούκασι δὲ τίνα τρόπον; ἐβεβηλώθησαν ἐν Σαττὶ, λελατρεύκασιν εἰδώλοις, ἐτελέσθησαν τῷ Βεελφεγώρ. ἄθρει δὴ οὖν ὅπως οἱ ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ βεβαπτισμένοι, καίτοι φάγοντες τὸν ἄρτον τὸν ἐξ οὐρανοῦ καὶ πόμα πίοντες τὸ πνευματικὸν συνεπλάκησαν μὲν τοῖς εἰδω-

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam i ad Corinthios. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg004.local001/.
