# Fragmenta in sancti Pauli epistulam i ad Corinthios 279

Cyrillus, Fragmenta in sancti Pauli epistulam i ad Corinthios, Page 279. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-i-ad-corinthios/279

λολάτραις· ἐπειδὴ δὲ συνέστιοί τε ἦσαν αὐτοῖς, καὶ τραπέζης ἥπτοντο τῆς εἰδωλικῆς, εὐπαράφοροί τε ἦσαν εὐθὺς καὶ παρώλισθον εἰς ἀπόστασιν, καὶ συνεχόρευον γυναιξίν "Καὶ "ὁ λαὸς συνιὼν συνεπλέκετο μετὰ πόρνης," κατὰ τῆν τοῦ προφήτου φωνήν· τοῦτο γάρ ἐστι τὸ καὶ ἀνέστησαν παίζειν· ἐπισφαλὲς οὖν ἄρα τὸ συνδιαιτᾶσθαι πονηροῖς καὶ ἀπίστοις· καὶ γοῦν ἔφη που Σολομῶν "Ὁ συμπορευόμενος σοφοῖς "σοφὸς ἔσται, ὁ δὲ συμπορευόμενος ἄφροσι γνωσθή"σεται." Καὶ ἡμεῖς γὰρ πρὸ τῆς εἰς Χριστὸν πίστεως, ταῖς τῶν δαιμονίων πλεονεξίαις ὑπεζευγμένοι δεδουλεύκαμεν τῷ νοητῷ Φαραῷ, τουτέστι τῷ ἀρχεκάκῳ σατανᾷ· ἐπονοῦμεν αὐτῷ μάτην οἷα πηλῷ καὶ πλινθείᾳ τοῖς τῆς σαρκὸς ἔργοις ἐμβεβηκότες· ἐξείλετο δὲ καὶ ἡμᾶς ὁ "μεσίτης Θεοῦ καὶ ἀνθρώ"πων, ἄνθρωπος Χριστὸς Ἰησοῦς, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον "ὑπὲρ πάντων·" διεβίβασε καὶ ἡμᾶς οἷά τινα θάλασσαν τοῦ παρόντος βίου τὸν κλύδωνα, τετελείωκε διὰ τοῦ ἁγίου βαπτίσματος· αὐτὸς γάρ ἐστιν ἡ ἄνωθέν τε καὶ νοητὴ νεφέλη, ἡ τοῦ ζῶντος ὕδατος τοῖς ἀγαπῶσιν αὐτὴν ποιουμένη τὴν χορηγίαν· ὕδωρ δὲ ζῶν τὸ Πνεῦμά ἐστιν· καὶ γοῦν ἔφη ὁ Χριστός "Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ "γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος "ζῶντος," διατρανῶν δὲ τὸ εἰρημένον ὁ θεσπέσιος εὐαγγελιστὴς, προσεπήγαγεν εὐθὺς τοῖς περὶ τούτου λόγοις "Τοῦτο δὲ εἶπεν περὶ τοῦ Πνεύματος οὗ ἤμελλον λαμβάνειν "οἱ πιστεύοντες εἰς αὐτόν·" ἐφάγομεν καὶ ἡμεῖς ἄρτον ἀληθῶς τὸν ζωοποιὸν, ἐπίομεν πόμα τὸ πνευματικὸν, καθάπερ ἀμέλει κἀκεῖνοι τὸ ὕδωρ ἐκ πέτρας· ἡ πέτρα δὲ ἦν ὁ

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam i ad Corinthios. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg004.local001/.
