# Fragmenta in sancti Pauli epistulam i ad Corinthios 280

Cyrillus, Fragmenta in sancti Pauli epistulam i ad Corinthios, Page 280. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-i-ad-corinthios/280

Χριστὸς, ὃς καὶ ἡμῖν αὐτοῖς ἐκ τῆς ἰδίας πλευρᾶς ὕδατι συμμιγὲς τὸ ἴδιον συνανέβλυσε αἷμα, διανυττόντων αὐτὸν τῇ λόγχῃ τῶν τοῦ Πιλάτου στρατιωτῶν. Πᾶσαν τὴν ἱστορίαν παράγει τὴν ἐν τοῖς ἀριθμοῖς διδάσκων ὅτι ἐν τῇ νεφέλῃ καὶ τῇ θαλάσσῃ βεβαπτισμένοι, καὶ τῶν τροφῶν τῶν πνευματικῶν ἀξιωθέντες, ἐπειδὴ συνέφαγον τοῖς εἰδωλολάτραις, ὠλίσθησαν. τὸ δὲ ἀνέστησαν παίζειν, ἀντὶ τοῦ πορνεύειν μετὰ τῶν μαδιανιτῶν γυναικῶν. Συνείδησιν δὲ λέγω οὐχὶ τὴν ἑαυτοῦ ἀλλὰ τὴν τοῦ ἑτέρου. Διὰ τὴν συνείδησιν οὖν ἀφεκτέον ὧν ἀφεκτέον. συνείδησιν δὲ λέγω οὐχὶ τὴν ἑαυτοῦ· γνωστικὴ γάρ· ἀλλὰ τὴν τοῦ ἑτέρου, ἵνα μὴ κακῶς οἰκοδομηθῇ ἀμαθίαν μιμούμενος ὃ μὴ γινώκη καταφρονητὴς ἀντὶ μεγαλόφρονος γινόμενος. ΤΟΜΟΣ Δ ΛΟΓΟΣ Δ. Θέλω δὲ ὑμᾶς εἰδέναι ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστιν. Ἐπειδή τινες τῶν ἐν Κορίνθῳ νεοπαγεῖς τὸν τῆς προσευχῆς ἀγνοοῦντες τρόπον εἰσοικισάμενοι μὲν τὴν πίστιν, οὐ μὴν ἔτι καὶ ἠκριβωκότες τίνα χρὴ τρόπον εἰς οἶκον ἰέναι Θεοῦ· προσῄεσαν μὲν προσευξόμενοι τῷ Θεῷ καὶ τὰς ὑπέρ γε σφῶν αὐτῶν προσκομίσαντες λιτὰς, εἶτα τοῦτο εὑρὼν ἐν ἀκαλλεστάτῳ σχήματι· ἄνδρες γὰρ τῶν ἐξ ἔθους περιβλημάτων οὐκ ἀπογυμνοῦντες τὰς κεφαλὰς ἐποιοῦντο τὴν πρόσοδον, γύναια δὲ ὁμοίως ἀκατασκίαστόν τε καὶ ἀναμφίε-

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam i ad Corinthios. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg004.local001/.
