# Fragmenta in sancti Pauli epistulam i ad Corinthios 283

Cyrillus, Fragmenta in sancti Pauli epistulam i ad Corinthios, Page 283. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-i-ad-corinthios/283

καὶ ὁριστὴν τὸν τῆς φύσεως νόμον; ἀνδράσι μὲν γὰρ ἡ παῤῥησία πρεπωδεστάτη, γυναικὶ γεμὴν τὸ ἐγκαλύπτεσθαι κόσμος· οὐκοῦν ὕβρις εἰς τὸ ἀρχέτυπον εἴη ἂν καὶ μάλα εἰκότως, τῆς εἰκόνος τὸ ἀκαλλές· εἰ γάρ ἐστιν ἀνὴρ εἰκὼν καὶ δόξα Θεοῦ, πεποίηται γὰρ κατὰ τὰς γραφὰς οὕτως, σωζέτω Θεῷ τὴν πρέπουσαν παῤῥησίαν, ἀκατακάλυπτον ἔχων τὴν κεφαλὴν, καὶ οὐκ ἐπιτιμώσης αὐτῷ τῆς φύσεως εἴς γε τὸ ἐκκαλύπτεσθαι δεῖν· ἐλεύθερον γὰρ τὸ θεῖον καὶ πέρα μώμου παντὸς, ἰδίᾳ τε δόξῃ καταπλουτοῦν καὶ τεθαυμασμένον. καὶ εἴπερ ἐστὶν ἡ γυνὴ καθ' ὁμοίωσιν ἀνδρὸς, καὶ εἰκὼν εἰκόνος, καὶ δόξης δόξα, νομοθετεῖ δὲ αὐτῇ καὶ τὸ κομᾶν ἡ φύσις, τί τὸ πρῶτον φιλονεικεῖ τὸ ὑστερίζον ἐν χάριτι; κατ' εἰκόνα μὲν γὰρ καὶ αὕτη καὶ ὁμοίωσιν Θεοῦ, πλὴν ὡς διὰ μέσου τοῦ ἀνδρὸς, ὥστε κατά τι παραλλάττοι βραχὺ τὴν φύσιν· οὐ γράψομαι αἰδοῖ περιστέλλουσαν, ὡς ἔνι, τὸ ζῷον καὶ στεφανοῦσαν τῇ κόμῃ· τὸ γάρ τοι παῤῥησιάζεσθαι, γυναιξὶν οὐκ ἀζήμιον. οὐκοῦν κατακαλυπτέσθω φησὶ διὰ τοὺς ἀγγέλους, δῆλον δὲ ὅτι τοὺς ταῖς ἐκκλησίαις ἐνιδρυμένους παρὰ Θεοῦ. οὐχ ὅτι πάσχουσί τι ἐν τῷ ὁρᾶν γυναῖκας· ἄνθρωποι μὲν γὰρ τὸ παχὺ δὴ τοῦτο καὶ ἀπὸ γῆς ἔχοντες σῶμα, καὶ ταῖς ἐμφύτοις ἡδοναῖς πρὸς τὰ αἰσχίω κατωθούμενοι, πάθοιεν ἂν τὸ βλάβος, ταῖς γυναίων ὥραις ἐφ' ἃ μὴ πρόσηκεν ἐρεθιζόμενοι· περὶ δέ γε τῶν ἁγίων ἀγγέλων, τί ἄν τις ἔχοι τοιοῦτον ἢ νοεῖν ἢ φράσαι; ἅγιοι γάρ εἰσι καὶ ῥύπου παντὸς ἀμείνους ὅτι καὶ ἔξω σαρκὸς λεπτοῖς τε καὶ νοητοῖς καὶ τοῖς ὑπὲρ νοῦν τὸν ἀνθρώπινον κεχρημένοι σώμασιν· ἀλλ' ὅτι δυσφοροῦσι λίαν εἰ ἀμελοῖτο πρός τινος ὁ τοῦ πρέποντος νόμος. πρέποι δὲ γυναιξὶ τὸ κατακαλύπτεσθαι· καὶ τούτου μάρτυς ἡ φύσις· ἡ γὰρ κόμη φησὶν ἀντὶ περιβολαίου δέδοται

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam i ad Corinthios. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg004.local001/.
