# Fragmenta in sancti Pauli epistulam i ad Corinthios 284

Cyrillus, Fragmenta in sancti Pauli epistulam i ad Corinthios, Page 284. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-i-ad-corinthios/284

αὐτῇ. τηρείσθω τοίνυν καὶ ἐπ' αὐτῷ τὸ πρέπον διὰ τοὺς εἰδότας ὑπὲρ ἡμᾶς τὴν τοῦ δημιουργήσαντος βούλησιν. Χρῆται γεμὴν ὁ θεσπέσιος Παῦλος εὐτεχνίᾳ πάλιν ἑτέρᾳ· ἔφη μὲν γὰρ κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ πεποιῆσθαι τὸν ἄνδρα· κατόπιν δὲ τῆς αὐτοῦ τιμῆς τε καὶ δόξης οἷον ἐῤῥίφθαι τὸ θῆλυ, διισχυρίσατο σαφῶς ἐπάγων τὸ ἑξῆς Ἡ γυνὴ γάρ φησι δόξα ἀνδρός ἐστιν· οὐ γὰρ ἐκτίσθη ἀνὴρ διὰ τὴν γυναῖκα ἀλλὰ γυνὴ διὰ τὸν ἄνδρα· εἶτα περιστέλλων εὖ μάλα ἐφ' οἷς ἦν εἰκὸς λυπεῖσθαι τὸ θῆλυ, προσεπάγει καί φησι Πλὴν οὔτε γυνὴ χωρὶς ἀνδρὸς οὔτε ἀνὴρ χωρὶς γυναικός. γέγονε μὲν γὰρ ὁμολογουμένως ἐξ ἀνδρὸς ἡ γυνὴ, καὶ τοῦτό ἐστιν ἀληθές· εὕρηται γεμὴν εἰς ἀνδρὸς γένεσιν οὐκ ἀσυντελής· συνενεγκοῦσα δὲ ἄμφω πρὸς ἓν ἡ φύσις, ἀλλήλων ἐν χρείᾳ κατεστήσατο οἰκονομικῶς συνείρουσα πρὸς ἀγάπην· Θεὸς δὲ ὅτι τῶν ὅλων ἐστὶν ὁ δημιουργὸς, προσεμπεδοῖ λέγων Τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ, παρῆκται γὰρ εἰς τὸ εἶναι τὰ πάντα διὰ Χριστοῦ.

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam i ad Corinthios. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg004.local001/.
