# Fragmenta in sancti Pauli epistulam i ad Corinthios 286

Cyrillus, Fragmenta in sancti Pauli epistulam i ad Corinthios, Page 286. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-i-ad-corinthios/286

μάρτυς αὐτὸς ὁ θεσπέσιος Παῦλος προστιθείς τε καὶ λέγων Διαιρέσεις δὲ χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσιν, καὶ ὁ αὐτὸς Κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσὶν, ὁ δὲ αὐτὸς Θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν. ὥσπερ γὰρ οἱ τῶν ἐπὶ γῆς κρατοῦντες πραγμάτων, καὶ τοῖς τῆς βασιλείας ἐμπρέποντες θρόνοις, διαφόροις τιμαῖς τοὺς τῶν ἰδίων ὑπασπιστῶν στεφανοῦσι γνησιωτέρους, οὕτως ἡ ἁγία τε καὶ ὁμοούσιος Τριὰς τοῖς ἐξ ὑγιοῦς καρδίας καὶ φρενὸς ὁλοτελοῦς ἀγαπῶσιν αὐτὴν, ἀμφιλαφῆ διανέμει τῶν ἄνωθεν ἀγαθῶν τὴν κτῆσιν, δι' ἑνὸς τοῦ Πνεύματος ὡς διὰ Χριστοῦ παρὰ τοῦ Πατρός· πάντα γὰρ παρὰ τοῦ Πατρὸς δι' Υἱοῦ ἐν Πνεύματι. Ἑκάστῳ δίδοται ἡ φανέρωσις τοῦ Πνεύματος πρὸς τὸ συμφέρον· ᾧ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας κ.τ.λ. Οἶδεν γὰρ οἶδεν καιροὺς τοὺς ἑκάστῳ πρέποντας τῶν παρ' αὐτοῦ δρωμένων, "ἐν ᾧ πάντες εἰσὶν οἱ θησαυροὶ τῆς "σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι," κατὰ τὸ γεγραμμένον· ποῖα γεμὴν χαρίσματα καὶ ποῖαί τινες αἱ διανομαὶ, καὶ μὴν καὶ τὰ τῶν δυνάμεων ἐνεργήματα, διαλευκαίνει λέγων Ὧι μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας· σοφίας δὲ λόγος, κατά γε τὸ αὐτῷ μοι δοκοῦν, ὁ "ἐν ἀνοίξει "τοῦ στόματος," ὁ πρόχειρός τε καὶ εὔρους καὶ ὡς ἀπὸ γλώσσης ἰὼν τῆς ἄγαν εὐτροχωτάτης. ἄλλῳ δὲ λόγος γνώσεως· εἰσὶ γὰρ τῶν ἐν ἡμῖν τινες, οἱ τὸ πρόχειρον μὲν εἰς λόγους οὐκ ἔχοντες, καὶ τοῦ φράζειν εὐκόλως δύνασθαι τὴν παῤῥησίαν οὐ κεκτημένοι, βαθεῖς γεμὴν ἄγαν εἰς σύνεσιν, νουνεχέστατά τε καὶ λίαν ἴσχνως τοῖς ἱεροῖς προσβάλλοντες λόγοις, καὶ μυσταγωγεῖν ἑτέρους οἷοί τε καὶ τὰ τῶν θεωρημά-

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam i ad Corinthios. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg004.local001/.
