# Fragmenta in sancti Pauli epistulam i ad Corinthios 287

Cyrillus, Fragmenta in sancti Pauli epistulam i ad Corinthios, Page 287. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-i-ad-corinthios/287

των ἀντικαταψιλοῦντες εὐκόλως. ἀλλὰ καὶ τῆς σοφίας ὁ λόγος καὶ μέντοι τῆς γνώσεως δι' ἑνὸς τοῦ Πνεύματος τοῖς ἑλεῖν ἀξίοις χορηγεῖται παρὰ τοῦ Πατρὸς δι' Υἱοῦ· λόγος γνώσεώς ἐστιν ὅταν τις οἶδε τὸν νοῦν τῶν θείων λογίων καὶ ἱκανὸς ἀναπτῦξαι νοήματα, εὐφραδῶς δὲ ταῦτα διδάξαι οὐ δυνάμενος. καὶ τοῦτο δὲ κἀκεῖνο δι' ἑνὸς τοῦ Πνεύματος τοῖς ἀξίοις χορηγεῖται παρὰ Πατρὸς δι' Υἱοῦ, ὃς διαιρεῖν λέγεται τὰς διακονίας· οὓς μὲν γὰρ τῶν ἁγίων ἀποστόλων διακηρύττειν ἐκέλευσε τοῖς ἐξ αἵματος Ἰσραὴλ τὸν τῆς πίστεως λόγον· ἑτέρους δ' αὖ ταῖς τῶν ἐθνῶν ἀπονενέμηκε χώραις. ἐνήργηκε δὲ καὶ τοῦτο διὰ τοῦ Ἁγίου Πνεύματος· καὶ γοῦν ἐν ταῖς πράξεσι τῶν ἁγίων ἀποστόλων γεγραμμένον εὑρήσομεν ὅτι "Λειτουργούντων δὲ αὐτῶν τῷ Κυρίῳ καὶ νηστευ"όντων εἶπεν τὸ Πνεῦμα τὸ Ἅγιον Ἀφορίσατε δή μοι τὸν "Βαρνάβαν καὶ τὸν Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι "αὐτούς·" τέθειται δὲ ὁ θεσπέσιος Παῦλος εἰς ἀποστολὴν ἐθνῶν, καὶ ταύτην ἔλαχεν τὴν διακονίαν· καὶ πιστώσεται γράφων αὐτός "Ἐφ' ὅσον μὲν οὖν ἐγὼ ἐθνῶν εἰμι ἀπόστολος, "τὴν διακονίαν μου δοξάζω." οὐκοῦν διανέμει μὲν ὁ Υἱὸς τὰς διακονίας, ἐνεργεῖ δὲ τὸ χρῆμα τὸ Πνεῦμα τὸ Ἅγιον μετ' ἐξουσίας· Πνεῦμα γάρ ἐστι τοῦ Υἱοῦ. ἀλλὰ καὶ τὰ τῶν δυνάμεων ἐνεργήματα, τουτέστι τὰς διὰ τῶν ἁγίων θεοσημίας, ὁ αὐτὸς ἡμῖν ἀποπεραίνει Θεός· πάντα γὰρ, ὡς ἔφην, παρὰ Πατρὸς δι' Υἱοῦ ἐν Πνεύματι, καὶ ἐφ' ἅπασι τοῖς κατορθουμένοις ἡ ἁγία καὶ ὁμοούσιος Τριὰς δοξάζεται. ἄθρει γὰρ

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam i ad Corinthios. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg004.local001/.
