# Fragmenta in sancti Pauli epistulam i ad Corinthios 288

Cyrillus, Fragmenta in sancti Pauli epistulam i ad Corinthios, Page 288. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-i-ad-corinthios/288

ὅπως ἄρχεται μὲν ἀπὸ τοῦ Πνεύματος ὡς ὄντος ἐν ἡμῖν καὶ τὴν τῶν θείων χαρισμάτων ἐνεργοῦντος διανομήν· ἀναβιβάσας δὲ τὸν λόγον ἐπὶ τὸν Υἱὸν, ὅς ἐστιν Υἱὸς κατὰ φύσιν, ἄνεισιν οὕτω λοιπὸν ἐπὶ τὸν Πατέρα, τὴν διὰ τοῦ Πνεύματος ἐνέργειαν διὰ μέσου τοῦ Υἱοῦ προσνέμων αὐτῷ. Ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι. Πίστις ἐν τούτοις εἴη ἂν, καθάπερ ἐγῷμαι, ἡ πρὸς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν ἑδραιότης καὶ ὧν ἂν βούλοιτο Θεός· φαμὲν γὰρ οὕτω γενέσθαι πιστὸν "ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ" τὸν ἱεροφάντην Μωσέα· οὐ γὰρ τὸ χρῆναι πιστεῦσαι μόνον ὅτι φύσει καὶ ἀληθῶς εἷς ἐστι τῶν ὅλων Θεὸς, πίστις ἂν νοοῖτο καὶ λέγοιτο, ἀλλὰ τὸ εὖ βεβηκέναι κατὰ ψυχὴν, "καὶ "ἕτοιμον εἶναι τοῦ πορεύεσθαι μετὰ Κυρίου τοῦ Θεοῦ" κατὰ τὴν τοῦ προφήτου φωνήν· καὶ γοῦν οἱ θεσπέσιοι μαθηταὶ προσῄεσάν ποτε τῷ Χριστῷ λέγοντες ἐναργῶς "Πρόσθες "ἡμῖν πίστιν." δίδοται δὲ πρὸς τούτῳ καὶ χαρίσματα ἰαμάτων ἐν τῷ ἑνὶ Πνεύματι. καί μοι πάλιν ἐπιτήρει λεπτῶς· τοῦ γὰρ Πνεύματος διανέμειν λεγομένου τὰ τῶν ἰαμάτων χαρίσματα, Χριστός ἐστιν ὁ διδούς· δέδωκε γὰρ τοῖς ἁγίοις ἀποστόλοις "ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων ὥστε "ἐκβάλλειν αὐτά·" καὶ δὴ καὶ ἔφασκεν "Ἀσθενοῦντας θερα"πεύετε, καὶ νεκροὺς ἐγείρετε, λεπροὺς καθαρίζετε, καὶ δαι"μόνια ἐκβάλλετε, δωρεὰν ἐλάβετε, δωρεὰν δότε." αὐτοῦ δὲ δὴ πάντως καὶ τὰ τῶν δυνάμεων ἐνεργήματα, πλὴν ἐν Πνεύματι τῷ ἑνί· οἷον ἔῤῥιψεν ὁ Μωσῆς τὴν ῥάβδον εἰς γῆν καὶ γέγονεν ὄφις, μετεσκεύασεν εἰς αἷμα τοὺς ποταμοὺς, ἐξήγαγεν ὕδωρ ἐκ πέτρας· τετελέκασι δὲ πλεῖστα ὅσα καὶ πέρα

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam i ad Corinthios. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg004.local001/.
