# Fragmenta in sancti Pauli epistulam i ad Corinthios 292

Cyrillus, Fragmenta in sancti Pauli epistulam i ad Corinthios, Page 292. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-i-ad-corinthios/292

ἡμᾶς οἰκονομίας ἐκπεπερασμένης, ποίας ἦν ἔτι προφητείας καιρὸς, ἢ ποίων ἔτι πραγμάτων ἡ προαγόρευσις; οὐκοῦν τὸ προφητεύειν ἐν τούτοις εἴη ἂν ἕτερον οὐδὲν, πλὴν ὅτι καὶ μόνον τὸ διερμηνεύειν δύνασθαι προφητείας· καὶ τοῖς ἀκροωμένοις ὡς ἔνι καταλευκαίνοντες, εἶτα πρὸς ἀλήθειαν τὸν οἰκεῖον ἐξ αὐτῶν ἐμπεδοῦντες λόγον, ὀρθοί τε καὶ ἀπλανεῖς ἐσόμεθα τῶν καλλίστων ἐξηγηταί. ὁ τοίνυν φησὶ γλώσσῃ λαλῶν οὐκ ἀνθρώποις μᾶλλον ἀλλὰ τῷ Θεῷ προσλαλεῖ· πῶς δὲ ἢ τινὰ τρόπον; οὐδεὶς γὰρ ἀκούει, φησίν· εἰ γὰρ δέδοται τυχὸν τῷ μὲν δεῖνι τῶν μαθητῶν τὸ γλώσσῃ τῇ Μήδων δύνασθαι λαλεῖν, ἑτέρῳ δὲ αὖ τῇ Ἐλαμιτῶν, εἶτα ταῖς Ἰουδαίων προσδιαλέγοιντο συναγωγαῖς οἱ περὶ ὧν ὁ λόγος ἤγουν ταῖς ἑλλήνων ἀγέλαις, τίς ὁ ἀκουσόμενος, ἢ ποία τῶν λόγων ἡ ὄνησις ἔσται; συνήσει γὰρ οὐδεὶς, πλὴν μόνου τοῦ πάντα εἰδότος Θεοῦ· τῷ γὰρ πνεύματι, φησὶ, λαλεῖ μυστήρια. ἄθρει δὲ ὅπως ὁ Θεῷ λαλῶν πνεύματι λαλεῖ· Θεὸς οὖν ἄρα τὸ Πνεῦμα. οὐκοῦν ὁ γλώσσῃ λαλῶν Θεῷ μᾶλλον, φησὶ, καὶ οὐκ ἀνθρώποις λαλεῖ· ὁ δὲ προφητεύων ἀνθρώποις λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν. συνιεὶς οὖν ὅτι τὸ προφητεύειν ἐν τούτοις, τὸ διερμηνεύειν ἐστὶ τὰ τῶν προφητῶν, δι' ὧν ὁ τῆς παρακλήσεως πιστοῦται λόγος καὶ ὁ τῶν μυσταγωγουμένων χειραγωγεῖται νοῦς εἰς ἀλήθειαν τὴν ἐπὶ Χριστῷ, προαποδείκνυσι καὶ ἑτέρως ἀσυγκρίτως ὂν ἐν ἀμείνοσι τοῦ γλώσσῃ λαλεῖν, τὸ διερμηνεύειν τὰ προφητῶν· ἑαυτὸν μὲν γὰρ οἰκοδομεῖ φησιν ὁ γλώσσῃ λαλῶν· συνίησι γὰρ αὐτὸς, ἕτερος δὲ ὅλως οὐδείς· ὁ δὲ ταῖς τῶν ἁγίων προφητῶν φωναῖς καὶ προῤῥήσεσιν εἰς μαρτυρίαν χρώμενος,

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam i ad Corinthios. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg004.local001/.
