# Fragmenta in sancti Pauli epistulam i ad Corinthios 293

Cyrillus, Fragmenta in sancti Pauli epistulam i ad Corinthios, Page 293. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-i-ad-corinthios/293

ἐκκλησίαν οἰκοδομεῖ. μεῖζον οὖν ἄρα καὶ ἐν ὑπερτάτοις αὐχήμασι τὸ προφητεύειν ἐστὶν καὶ ἐν ἐλπίσι λαμπραῖς· εἴπερ ἐστὶν ἄμεινον ὁμολογουμένως τὸ ἐκκλησίαν οἰκοδομεῖν, τοῦ ἑαυτῷ τε καὶ μόνῳ προσδιαλέγεσθαι γλώσσῃ. Θέλω δὲ πάντας ὑμᾶς λαλεῖν γλώσσαις, μᾶλλον δὲ ἵνα προφητεύητε κ.τ.λ. Ἐπειδὴ παράδοξον ἦν καὶ θεόσδοτον ἀληθῶς τὸ δύνασθαι γλώσσαις ταῖς ἑτέρων λαλεῖν ἄνδρας ὄντας Ἑβραίους, ἵνα μή τις οἴηται τὸν ἀπόστολον καθορίζειν ἀβούλως τοῦ γεγονότος τὸ εἰκαῖον εἶναι λέγειν τὸ διὰ τῆς τοῦ Πνεύματος ἐνεργείας δεδωρημένον, δέδοται γὰρ εἰς σημεῖον τοῖς πιστοῖς· ἀποδέχεται τὸ χρῆμα καί φησι Θέλω δὲ πάντας λαλεῖν γλώσσαις. ἀποκείρει δὲ παραχρῆμα σαφῶς τὴν ἔν γε τούτω σπουδὴν, καὶ μεθίστησι πρὸς τὸ ἄμεινον ἐπενεγκὼν εὐθύς Μᾶλλον δὲ ἵνα προφητεύητε, μείζονά τε τὸν προφητεύοντα τοῦ γλώσσῃ λαλοῦντος ἐναργέστατα λέγων· καταδείκνυσι δὲ οὐδὲ παντελῶς ἀνόνητον ἐκεῖνο τοῖς ἔχουσι καὶ τοῖς ἀκροωμένοις, ἐπιφέρων Ἐκτὸς εἰ μὴ διερμηνεύῃ, τουτέστιν εἰ μὴ ἔχοι τινὰ τὸν ἀεὶ προσεδρεύοντα καὶ τοῖς μυσταγωγουμένοις διερμηνεύοντα. ΤΟΜΟΣ Ε ΛΟΓΟΣ Γ. Καὶ οὐδὲν αὐτῶν ἄφωνον. Εἰσεφοίτων ἐν ταῖς ἐκκλησίαις τινὲς τῇ τοῦ Πνεύματος ἐνεργείᾳ πεπλουτηκότες τὸ δύνασθαι γλώσσαις λαλεῖν· εἶτα

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam i ad Corinthios. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg004.local001/.
