# Fragmenta in sancti Pauli epistulam i ad Corinthios 294

Cyrillus, Fragmenta in sancti Pauli epistulam i ad Corinthios, Page 294. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-i-ad-corinthios/294

δέον τὰς ἐν αὐταῖς ποιεῖσθαι προσευχὰς, καὶ πρό γε τούτων λιτὰς ἤγουν ψαλμῳδίας, τῇ τῶν παρόντων γλώσσῃ κεχρῆσθαι δυναμένους, τοῦτο μὲν οὐκ ἔδρων, ἐναβρυνόμενοι δὲ τῷ τῶν γλωσσῶν χαρίσματι μόνῳ, οὔτε προσευχὰς ἢ ψαλμῳδίας ἐποιοῦντο· τοῦτο διδάσκει ὁ Παῦλος ὅτι ἐὰν μή εἰσιν οἱ ἀκούοντες ἐπιστήμονες τῆς γλώσσης, ᾗ διαλέγοιτο ὁ τὸ χάρισμα ἔχων, οὐδὲν ὄφελος ἐκ τοῦ πράγματος· μύρια γάρ εἰσιν ἔθνη καὶ πολλαὶ γλώσσαι τῶν ἀνθρώπων· ἄφωνον δὲ οὐδὲν τῶν ἅπαξ τελούντων ἐν λογικοῖς ἢ ἐν ἀνθρώποις. Ἄφωνον λέγει παντελῶς οὐδὲν τῶν τελούντων ἐν λογικοῖς ἤγουν ἐν ἀνθρώποις· ἀλλὰ τῆς ἑκάστου φωνῆς τὴν δύναμιν εἰ μή τις εἰδείη τυχὸν, μήτε μὴν ἐκεῖνοι τῆς αὐτοῦ γλώσσης εἶεν ἐπιστήμονες, ἀλλήλοις ἔσονται βάρβαροι, καίτοι λαλοῦντες ὀρθῶς κατά γε τὴν ἰδίαν ἑκάστου φωνήν. δεῖ δὴ οὖν ἄρα τοὺς διδάσκειν ἑτέρους ἐθέλοντας, τὸν συνήθη τοῖς ἀκροωμένοις ἐρεύγεσθαι λόγον· εἰ δὲ ἄσημός τε ὁ φθόγγος ἦν καὶ ἀσυνήθης ἡ φωνὴ, πεποίηκε μάτην εἰκαίῳ τινὶ κτύπῳ προσαράξας μόνον τὴν τοῦ μανθάνοντος ἀκοήν. Δεῖ, φησὶ, τοὺς διδάσκειν ἐθέλοντας, συνήθη τοῖς ἀκροωμένοις λαλεῖν λόγον, ἐπεὶ εἰς μάτην πονεῖ· οὐ γὰρ τὸ ἐν μόναις γλώσσαις λαλεῖν ἐκκλησίαν οἰκοδομεῖ. Ἐὰν γὰρ προσεύχωμαι γλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται. Πνεῦμα ἐν τούτοις τὴν διὰ τοῦ Πνεύματος ὀνομάζει χάριν, τουτέστι τὸ δύνασθαι γλώσσαις λαλεῖν. ἐὰν οὖν, φησὶ, τὰς ἐν ταῖς ἐκκλησίαις εὐχὰς προσεύξωμαι πνεύματι, τουτέστιν

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam i ad Corinthios. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg004.local001/.
