Ancient Greek
Page 295
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam i ad Corinthios 295
Not analysed yet
ἀποκεχρημένος τῇ γλώσσῃ τῇ διὰ τοῦ πνεύματος, ἕξω ἄκαρπον τὸν νοῦν· δεῖ γὰρ ἐν προσευχαῖς συντείνεσθαι, καὶ τὰ τελοῦντα πρὸς σωτηρίαν παρὰ Θεοῦ ζητεῖν, οὐκ ἐναβρύνεσθαι γλώσσῃ καὶ γίνεσθαι ἁπλῶς τοῦ γλώσσῃ λαλεῖν· ἐπεὶ ὁ νοῦς ἄκαρπος γίνεται, μηδεμίαν ἐκ τῆς τοιαύτης φιλοτιμίας ἀποφερόμενος ὄνησιν. Προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ. Δεῖ με τοίνυν, φησὶν, εἴπερ ἑλοίμην προσεύχεσθαι γλώσσῃ τουτέστιν εὐδοκιμεῖν ἐν τῷ λαλεῖν γλώσσῃ, πειρᾶσθαι σπουδαίως μὴ ἄκαρπον ἔχειν τὸν νοῦν, μηδὲ μόνου γενέσθαι τῇ γλώσσῃ λαλεῖν ἀλλὰ διεγείρειν ἐν ἐμαυτῷ τὸν νοῦν. καὶ εἰ ψάλοιμι τυχὸν ἐν γλώσσῃ ψάλλειν οὐδὲν ἧττον καὶ τῷ νοῒ ἐν τῷ νοεῖν τῆς ψαλμῳδίας καὶ τῆς προφητείας τὴν δύναμιν, καὶ μὴ ἀζητήτους ἐᾶν τοὺς τοιούτους λόγους. εἰ γὰρ εἰκαίας λέγοιμι φωνὰς, "γέγονα χαλκὸς "ἠχῶν." διὸ ἄμεινον τὸ προφητεύειν ἤτοι διερμηνεύειν τὰς θείας γραφὰς ἐν ἐκκλησίᾳ ἢ γλώσσαις ἁπλῶς κατακεχρῆσθαι φιλεῖν. τί οὖν ἔσται τὸ ἄμεινον; Προσεύξομαι τῷ πνεύματι, προσεύξομαι καὶ τῷ νοΐ. πνεύματι δὲ πάλιν ἐνθάδε, τῷ διὰ τοῦ Πνεύματος χαρίσματι λέγει. ἐπειδὴ δὲ σκοπὸς αὐτῷ διὰ πλείστων ὅσων καὶ ἀναγκαίων ἐννοιῶν ἀνόνητον ἀποφῆναι τὸ γλώσσῃ λαλεῖν, οὐχ ἑπομένου τοῦ δύνασθαι διατρανοῦν ἑτέροις τὰ προφητῶν, προσεπάγει καὶ ἕτερα δι' ὧν ἄν τις εἴδοι λέγοντα σαφῶς.