# Fragmenta in sancti Pauli epistulam i ad Corinthios 296

Cyrillus, Fragmenta in sancti Pauli epistulam i ad Corinthios, Page 296. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-i-ad-corinthios/296

Ἐπεὶ ἐὰν εὐλογήσῃς τῷ πνεύματι, ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου πῶς ἐρεῖ τὸ ἀμήν; Ὅταν, φησὶν, αὐτὸς μὲν γλώσσῃ λαλῇς, ὁ γεμὴν ἐν τάξει τῇ τοῦ λαϊκοῦ κείμενος, εἰ τὴν σὴν οὐκ εἰδείη φωνὴν, πῶς προσυπακούσεται τό Ἀμὴν ἐν ταῖς ἰδίαις εὐχαριστίαις ἤτοι προσευχαῖς; ὅτι γὰρ ταῖς τῶν ἡγουμένων εὐχαῖς τὰς τῶν ὑπὸ χεῖρα συγκαταλήγειν ἔθος ἐν ἐκκλησίαις παντί τῳ σαφές. προσυπακούουσι γὰρ τό Ἀμὴν ταῖς ἑαυτῶν πρὸς τὸν Θεὸν ἱκετείαις τὸ πέρας ἐπάγοντες τῇ τοῦ ἱερέως φωνῇ, ἵνα τῇ τῶν ἱερέων τελειότητι τὸ δοκοῦν ἐλλείπειν, τοῖς τῶν λαῶν ἀναπληρῷτο μέτροις, καὶ οἱονεὶ "τοὺς μικροὺς μετὰ τῶν "μεγάλων" ὡς ἐν ἑνότητι πνεύματος παραδέχοιτο Θεός. ταῖς γὰρ τῶν ἱερέων εὐχαῖς τὰς ἑαυτῶν παραζευγνύντες οἱ ὑπὸ χεῖρα λαοὶ, δεκτὰς ἔσεσθαι πεπιστεύκασιν· τούτῳ τῷ σκοπῷ καὶ πενιχρὰς θυσίας ὁ Θεὸς πρὸς τὸ θυσιαστήριον ἐκέλευσε προσάγεσθαι τῶν ὁλοκαυτωμάτων, ἵνα τὸ βραχὺ τῷ τελείῳ συμμιγὲν, δεκτὸν γένηται τῷ Θεῷ· ἓν γὰρ οἱ πάντες ἐσμὲν ἐν Κυρίῳ. ὅταν τοίνυν, φησὶ, σὺ μὲν γλώσσῃ λαλῇς· τοῦτο γάρ ἐστιν τὸ εὐλογεῖν πνεύματι· ὁ μὴ εἰδὼς ὃ φῂς, πῶς ἐρεῖ τό Ἀμὴν ἐπὶ τῇ ἰδίᾳ εὐχαριστίᾳ; δράσεις μὲν γὰρ ὀρθῶς αὐτὸς, κατά γε τὸν ἐνόντα σοι νοῦν, πλὴν ὁ ἕτερος οὐκ οἰκοδομεῖται. δεῖ δὲ δὴ πάντα πράττεσθαι πρὸς ἡμῶν εἰς οἰκοδομὴν καὶ εἰς ὄνησιν ἀδελφῶν.

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam i ad Corinthios. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg004.local001/.
