# Fragmenta in sancti Pauli epistulam i ad Corinthios 297

Cyrillus, Fragmenta in sancti Pauli epistulam i ad Corinthios, Page 297. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-i-ad-corinthios/297

ΤΟΜΟΣ Ε ΛΟΓΟΣ Δ. Γνωρίζω δὲ ὑμῖν ἀδελφοὶ τὸ εὐαγγέλιον ὃ εὐηγγελισάμην ὑμῖν. Ἐπὶ καιροῦ δὴ λίαν καὶ σοφῶς εὐαγγέλιον ἀποκαλεῖ τὸ περὶ τῆς τῶν νεκρῶν ἀναστάσεως κήρυγμα, καὶ αὐτοῦ δὲ πάντως που Χριστοῦ· καὶ γάρ ἐστιν ἀληθῶς ἀγαθοῦ παντὸς ἀπαγγελία τοῖς τὴν πίστιν εἰσδεδεγμένοις· ἐν αὐτῷ δέ φησιν αὐτοὺς ἑστάναι τε καὶ σώζεσθαι. τοῦ μὲν ἑστάναι κατασημαίνοντος τὸ ἐν ἑδραιότητι τῆς ἐλπίδος καὶ τὸ ἐν καλῷ τῆς δόξης γενέσθαι τοὺς πεπιστευκότας· τοῦ δέ γε σώζεσθαι, τὸ καὶ αὐτῆς ἀναπεφάνθαι τῆς ἁμαρτίας ἀμείνους, καὶ τῶν τοῦ θανάτου βρόχων ἐπέκεινα δραμεῖν. Παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις ὃ καὶ παρέλαβον. Παραδεδωκέναι φησὶν αὐτοῖς οὐ τὸ εἰς νοῦν ἧκον ἁπλῶς καὶ ἀβασανίστως εἰσδεδεγμένον, ἀλλ' εὐαγγέλιον ὃ παρέλαβεν, ἐνιέντος αὐτῷ τὴν γνῶσιν τοῦ δι' ἡμᾶς ἐνηνθρωπηκότος· ἔφη γὰρ πάλιν ὁ αὐτὸς διὰ τοῦ εὐαγγελίου "Οὐδὲ "γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτὸ, οὐδὲ ἐδιδάχθην, "ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ." εἴπερ οὖν ἐστι θεοδίδακτος ὁ παραδιδοὺς, πῶς οὐκ ἀληθὲς τὸ δι' αὐτοῦ κηρυσσόμενον, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφὰς, δηλονότι τῆς τε παλαιᾶς καὶ νέας; πολ-

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam i ad Corinthios. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg004.local001/.
