# Fragmenta in sancti Pauli epistulam i ad Corinthios 300

Cyrillus, Fragmenta in sancti Pauli epistulam i ad Corinthios, Page 300. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-i-ad-corinthios/300

νεκρῶν ἀναστάσεως τὸ μυστήριον, ἠγνοήκασι παντελῶς τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς τὸν σκοπόν· γέγονε γὰρ ἄνθρωπος οὐ δι' ἑαυτὸν ὁ Θεὸς Λόγος, "ἀντὶ δὲ τῆς προκειμένης "αὐτῷ χαρᾶς ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας·" διὰ ποῖαν αἰτίαν, διδάξει λέγων αὐτὸς ὁ σοφώτατος Παῦλος "Ἐπειδὴ γὰρ τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, "καὶ αὐτὸς παραπλησίως μετέσχεν τῶν αὐτῶν, ἵνα διὰ τοῦ "θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, "τουτέστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους ὅσοι φόβῳ "θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας." οὐκοῦν εἰ μὴ καταργηθῇ θάνατος, εἰκαῖον αὐτῷ τὸ σκέμμα, ἀνόνητον δὲ καὶ ἡμῖν αὐτοῖς τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον· διημαρτήκαμεν δὲ καὶ τῆς εἰς ζωὴν ἐλπίδος· κεκλήμεθα δὲ πῶς εἰς υἱοθεσίαν καί ἐσμεν τέκνα Θεοῦ, καθά φησιν Ἰωάννης ὁ σοφός; εἴπερ ἐστὶν ἀληθὲς ὡς "υἱοθεσίαν ἀπεκδεχόμεθα τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν," ποῖα δὲ ὅλως ἡ ἀπολύτρωσις, εἰ μὴ θανάτου κρείττους ἡμᾶς ἀπέφηνεν ὁ Χριστός; ἢ πῶς "μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώ"σεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ;" ποῖος γὰρ ὅλως ὁ τοῦδε καιρὸς, εἰ μὴ ἀπρακτήσῃ θάνατος; ἢ ποῖος ἔσται μετασχηματισμὸς, τοῖς ἐν ταυτότητι, μᾶλλον δὲ καὶ ἐν χείροσιν ἐσομένοις; Ἄθρει δὲ ὅπως περιίστησιν εὐτέχνως εἰς ἀναγκαίαν ὁμολογίαν τοῦ χρῆναι λέγειν ὡς ἀναβιώσονται κατὰ καιροὺς τὰ ἐκ γῆς ἡμῶν σώματα. εἰ γὰρ δὴ, φησὶ, διὰ πάσης τῆς θεοπνεύστου γραφῆς ἐγηγερμένος ἐκ νεκρῶν διακεκήρυκται Χριστὸς, πῶς λέγουσιν ἐν ὑμῖν τινες ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν; ἀπέθανεν γὰρ, ὡς ἤδη φθάσαντες εἴπομεν, οὐχ ἑαυτῷ μᾶλλον ἀλλ' ἡμῖν· ἵν' ἐπείπερ ἐστὶ ζωὴ κατὰ φύσιν ὡς Θεὸς, τῷ θανάτῳ τῆς ἰδίας σαρκὸς καταργήσῃ θάνατον, ὡς

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam i ad Corinthios. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg004.local001/.
