Ancient Greek
Page 301
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam i ad Corinthios 301
Not analysed yet
ἑψομένης αὐτῷ τῆς ἀνθρώπου φύσεως· ἀνεβίω γὰρ καὶ γέγονεν ὥσπερ τις ἀνθρωπότητος ἀπαρχὴ μεταφοιτώσης εἰς ζωὴν καὶ ἀνακτιζομένης εἰς ἀφθαρσίαν καὶ νικώσης θάνατον· καινὴ γὰρ κτίσις τὰ ἐν Χριστῷ· λαβόντος τοῦ πράγματος τὴν ἀρχὴν, πῶς ἀπομενοῦμεν ἐν γῇ; ἢ πῶς ἐν ὑμῖν τινες ἀποτολμῶσι λέγειν οὐκ ἀναβιώσεσθαι τοὺς νεκρούς; Σαδδουκαῖοι δὲ οὗτοι, κατά γε τὸ εἰκός· ἔφασκον γὰρ αὐτοὶ "μὴ "εἶναι ἀνάστασιν μήτε ἄγγελον μήτε πνεῦμα·" σεσυκοφαντήκασι δὲ τῆς ἀναστάσεως τὸ μυστήριον καὶ Ὑμέναιος καὶ Ἀλέξανδρος "λέγοντες ἀνάστασιν ἤδη γεγονέναι·" πλὴν ἐναυάγησαν ἐκεῖνοι περὶ τὴν πίστιν, καὶ ὅσοι ταῖς ἐκείνων ἐξιτηλίαις ἕπεσθαι βούλονται. Εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, κενὸν ἄρα καὶ τὸ κήρυγμα ἡμῶν. Ἀκολουθεῖ γὰρ ὥσπερ τῷ πρώτῳ τὸ δεύτερον, καὶ τῷ δευτέρῳ συναναιρεῖται τὸ πρῶτον· οὗ δὴ γεγονότος, ἤγουν πρὸς ἡμῶν παραδεχθέντος εἰς πίστιν, κενὸν καὶ ἀδρανὲς ἔσται τῶν ἁγίων ἀποστόλων τὸ κήρυγμα· κενὴ καὶ ἡ πίστις· ἔχει γὰρ ὧδε τὸ ῥῆμα τῆς πίστεως τὸ διὰ τῶν ἁγίων μυσταγωγοῦν τοῖς ἀνὰ πᾶσαν τὴν γῆν μεμυσταγωγημένοις· πῶς οὖν ἔτι πιστεύσομεν, εἰ μὴ ἀνεβίω κατά τινας; εὑρισκόμεθα γάρ φησι καὶ ψευδομάρτυρες κατὰ τοῦ Θεοῦ ὅτι ἤγειρεν τὸν Χριστὸν, ὃν οὐκ ἤγειρεν εἴπερ νεκροὶ οὐκ ἐγείρονται. εἶτα τοσαύτη πληθὺς ἁγίων πῶς ἂν διαφύγοι συκοφαντίας γραφήν; οὐκοῦν εἶεν ἂν οὐδὲ ἅγιοι· πόθεν; οἷς ἂν εἴη τὸ πλημμέλημα συκοφαντία κατὰ τοῦ Θεοῦ· ἀλλ' οὐχ ὧδε ταῦτα ἔχει, ἀψευδεῖς γὰρ οἱ μυσταγωγοὶ Χριστὸν ἐγηγέρθαι λέγοντες.