# Fragmenta in sancti Pauli epistulam i ad Corinthios 302

Cyrillus, Fragmenta in sancti Pauli epistulam i ad Corinthios, Page 302. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-i-ad-corinthios/302

Εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, ματαία ἡ πίστις ὑμῶν. Ἀληθέστατα καὶ λίαν ὀρθῶς προσεπάγει τοῖς ἄλλοις καὶ τοῦτο· δικαιοῖ μὲν γὰρ ἡ πίστις, ἀλλ' εἴ τις αὐτῇ καθαρίζει τὸ μάταιον ὡς Χριστοῦ μὴ ἐγηγερμένου, τί τὸ διάφορόν ἐστι λοιπόν; οὐκοῦν ἐνεσχήμεθα τοῖς ἀρχαίοις ἐγκλήμασιν, ἀναπόνιπτον ἔχομεν τὴν ἁμαρτίαν· μάτην καὶ ὁ θεσπέσιος ἔφη μελῳδός "Εὐδόκησας κύριε τὴν γῆν σοῦ, ἀφῆκας τὰς "ἀνομίας τῷ λαῷ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας "αὐτῶν·" καὶ πάλιν "Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι, "καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι· μακάριος ἀνὴρ ᾧ οὐ "μὴ λογίσηται Κύριος ἁμαρτίαν·" καίτοι τὸν ἔν γε τούτοις μακαρισμὸν ἐπί τε τὴν περιτομὴν καὶ τοὺς ἐξ ἐθνῶν κατευρύνεσθαι, φησὶν ὁ μακάριος Παῦλος ἐν τῇ πρὸς Ῥωμαίους· δεδικαιώμεθα γὰρ ἐν Χριστῷ, "Ὃς παρεδόθη διὰ τὰ παρα"πτώματα ἡμῶν καὶ ἠγέρθη διὰ τὴν δικαίωσιν ἡμῶν." Ἄρα καὶ οἱ κοιμηθέντες ἐν Χριστῷ ἀπώλοντο. Ἠπάτηνται γὰρ ὡς ἔοικεν καὶ ἀμισθὶ τεθείκασιν ὑπὲρ αὐτοῦ τὴν ψυχὴν, εἴ γε μὴ ἐγήγερται Χριστός· εἰ μὴ ἀθανασίας ἐστὶ πλήρης τῶν ἁγίων ἡ ἐλπὶς, εἰ μὴ προσδοκῶσι συμβασιλεύειν αὐτῷ, ἀπολώλασι τάχα που, καὶ ἐπ' οὐδενὶ τῶν χρησίμων καὶ αὐτὸν ἀνατλάντες τὸν θάνατον ζημίαν ἔχουσι πόνων· ἄπαγε τῆς οὕτω δεινῆς ἀμαθίας· "ἀναστήσονται "γὰρ οἱ νεκροὶ, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις," κατὰ τὴν τοῦ προφήτου φωνὴν, καὶ ταλαντεύει ἑκάστῳ τὸ ὅτι

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam i ad Corinthios. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg004.local001/.
