Ancient Greek
Page 303
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam i ad Corinthios 303
Not analysed yet
μάλιστα πρέπον αὐτῷ τῶν στεφάνων ὁ διανομεὺς, ἐποίσει δὲ πάντως τοῖς δυσσεβοῦσιν τὴν κόλασιν· κρίτης γάρ ἐστιν τῶν ὅλων ὡς Θεός. Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο κ. τ. λ. Δέχεται λοιπὸν ὡς ὁμολογούμενον τὸ χρῆναι πιστεύειν, ὡς ἀνεβίω μὲν Χριστὸς, καὶ γέγονεν ἀπαρχὴ τῶν κεκοιμημένων, πρῶτος τῶν ἐπὶ τῆς γῆς πατήσας τὸν θάνατον· καθάπερ ἀμέλει καὶ ὁ προπάτωρ Ἀδὰμ πρῶτος εἰς αὐτὸν ἐμβέβηκεν, καὶ γέγονεν ἀπαρχὴ τῶν ὠλισθηκότων εἰς φθοράν· ἕψεται δὲ ὅτι τῇ τοῦ Σωτῆρος ἡμῶν ἀναστάσει καὶ ἡ τῶν νεκρῶν, προσεπάγει λέγων Ὥσπερ γὰρ δι' ἀνθρώπου θάνατος καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν. ἄθρει δὲ ὅπως τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον θεοπρεποῦς ἀνάμεστον εὐτεχνίας ἀποφαίνει πάλιν· ἔδει γὰρ ἔδει, φησὶν, ἄνθρωπον ὑπὲρ ἡμῶν νικῆσαι τὸν θάνατον· ταύτης τε ἕνεκα τῆς αἰτίας ὁ ἐκ Θεοῦ πεφηνὼς Θεὸς Λόγος, οὐκ ἀγγέλων ἐπελάβετο, καθά φησιν αὐτὸς, ἀλλὰ σπέρματος Ἁβραὰμ, ἵνα κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῇ· ἔδει γὰρ, ὡς ἔφην, θεραπεύεσθαι τὸ ἠῤῥωστηκὸς, ἀναστῆναι τὸ πεπτωκός· ἔδει καταθλῆσαι θανάτου δι' ὑπακοῆς καὶ δικαιοσύνης τὸ ὑπ' αὐτῷ γεγονὸς διὰ παραβάσεως καὶ ἁμαρτίας· ταύτῃ γέγονεν ἄνθρωπος οὐκ εἰδὼς ἁμαρτίαν ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, ἵν' ὥσπερ ἐν τῷ Ἀδὰμ πάντες κατακεκρίμεθα, τῆς ἀνθρώπου φύσεως παθούσης τὸν θάνατον, οὕτω καὶ δικαιωθέντες ἐν Χριστῷ συναποδυσόμεθα τῇ ἁμαρτίᾳ τὸν ἐξ αὐτῆς ἀναφύντα θάνατον.