# Fragmenta in sancti Pauli epistulam i ad Corinthios 304

Cyrillus, Fragmenta in sancti Pauli epistulam i ad Corinthios, Page 304. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-i-ad-corinthios/304

καὶ μαρτυρήσει λέγων αὐτὸς ὁ θεσπέσιος Παῦλος "Ὥσπερ "γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατ"εστάθησαν οἱ πολλοί." οὐκοῦν ὥσπερ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσι, καταδεδικασμένης ὡς ἔφην ἐν αὐτῷ τῆς φύσεως διὰ τὴν παράβασιν, οὕτως ἐν τῷ Χριστῷ ζωοποιηθήσονται, πάλιν εὐλογουμένης ἐν αὐτῷ τῆς φύσεως κατὰ τὸν ἴσον τρόπον διὰ τὴν δικαίωσιν. λύσις οὖν ἄρα τῶν πρώτων τὰ δεύτερα· "Παρεδόθη γὰρ διὰ τὰ παραπτώματα ἡμῶν καὶ ἠγέρθη διὰ "τὴν δικαίωσιν ἡμῶν·" ἐγηγερμένῳ δὴ οὖν συνεγηγέρμεθα καὶ ἡμεῖς· ζωὴ γάρ ἐστι κατὰ φύσιν ὁ ἐκ Θεοῦ Λόγος· οὐχὶ δήπου μόνῃ τῇ ἰδίᾳ σαρκὶ τὸ τῆς αὐτοῦ φύσεως ἀγαθὸν δωρούμενος, φημὶ δὴ τὴν ζωὴν, ἀλλ' εἰς ὅλην αὐτὸ παραπέμπων τὴν τοῦ ἀνθρώπου φύσιν. ἐγήγερται μὲν γὰρ ὁμολογουμένως ὡς ἀπαρχὴ Χριστὸς, "ἵνα γένηται ἐν πᾶσιν αὐτὸς "πρωτεύων," κατὰ τὸ γεγραμμένον· ἕψεται γεμὴν ἐν καιρῷ τὸ ἀναβιῶναι τοὺς ἄλλους, πλὴν κατὰ τὸ εἰκὸς οὐ χύδην, ἀλλ' ἐν κόσμῳ τε καὶ διακεκριμένως καὶ οἷον ἐν κελεύσματι. μετὰ γάρ τοι τὴν ἀπαρχὴν, τουτέστι Χριστὸν, τοὺς αὐτοῦ φησιν ἐγερθήσεσθαι· δῆλον δὲ ὅτι τοὺς ἐν καιρῷ τῆς ἐπιδημίας, ἤγουν γεγονότας μετὰ τὴν ἐνανθρώπησιν, καὶ ὡς ἐν πίστει κεκοιμημένους. ἦσαν μὲν γὰρ ὁμολογουμένως ἅγιοι κατὰ καιροὺς ἐν τῷ Ἰσραὴλ, τῆς ἐν νόμῳ ζωῆς ἐπαινουμένης τε καὶ κρατούσης ἔτι· πλὴν ἀμείνους οἱ ἐν Χριστῷ, δεδικαίωνται γὰρ διὰ πίστεως, καὶ τῆς θείας φύσεως γεγόνασι κοινωνοὶ, καὶ τὸ τῆς υἱοθεσίας ἐκπεπλουτήκασι πνεῦμα· κέκληνται δὲ καὶ εἰς ἀδελφότητα κατὰ χάριν τοῦ κατὰ φύσιν τε καὶ ἀληθῶς Υἱοῦ· καὶ ἦν μὲν πνεῦμα δουλείας ἐν τοῖς ὑπὸ νόμον, κράζομεν δὲ ἡμεῖς "Ἀββᾶ ὁ πατήρ." οὐκοῦν

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam i ad Corinthios. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg004.local001/.
