# Fragmenta in sancti Pauli epistulam i ad Corinthios 305

Cyrillus, Fragmenta in sancti Pauli epistulam i ad Corinthios, Page 305. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-i-ad-corinthios/305

ἀμείνους, ὡς ἔφην, τῶν ἀρχαιοτέρων οἱ ἐν Χριστῷ· τοιγάρτοι καὶ πρώτους αὐτοὺς ἀναβιώσεσθαί φησιν, οἷον ἰόντας κατ' ἴχνος τῇ πάντων ἀρχῇ, διά τοι τὸ εἶναι προσεχεστέρους αὐτῇ, καὶ προτετιμῆσθαι ταύτῃ τοι τῶν ἄλλων. ὑπεμφαίνει δέ τι τοιοῦτον καὶ αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐν παραβολαῖς εὐαγγελικαῖς· ἔφη γὰρ ὅτι τοὺς ἐργάτας εἰς τὸν ἀμπελῶνα μισθούμενος· οἰκοδεσπότης δὲ οὗτος· "ὀψίας γε"γενημένης ἔφη τῷ ἐπιτρόπῳ αὐτοῦ Κάλεσον τοὺς ἐργάτας "καὶ ἀπόδος αὐτοῖς τὸν μισθὸν ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων "ἕως τῶν πρώτων." Εἶτα τὸ τέλος, ὅταν παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρὶ, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν. Παραδοθήσεσθαί φησιν τῷ Θεῷ καὶ Πατρὶ τὴν βασιλείαν παρὰ τοῦ Υἱοῦ, κατηργημένης ἀρχῆς ἁπάσης τῶν ἀκαθάρτων πνευμάτων καὶ αὐτοῦ τοῦ θανάτου λοιπὸν ἀπρακτοῦντος εἰσάπαν. Ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν. Ἐπειδή τινες ἐξευτελίζειν πειρῶνται τό γε ἐφ' ἑαυτοῖς τὸν Υἱὸν λέγοντες παραδιδόναι τῷ Πατρὶ τὴν βασιλείαν καὶ ὑποτάττεσθαι ὡς μειζόνι, λεκτέον ὅτι ὁ Υἱὸς ὑπέμεινεν τὴν ἐθελούσιον κένωσιν γεγονὼς καθ' ἡμᾶς, καὶ οἷον ἐξ ὑψωμάτων ἑαυτὸν ταπεινώσας, σύμμορφος ὢν καὶ ἴσος τῷ Πατρί· καὶ κέκρυπται μὲν ἐν Θεῷ, ἀποκαλυφθήσεται γεμὴν ἐν δόξῃ κατὰ τὸν τῆς συντελείας τοῦ νῦν αἰῶνος καιρὸν, νῦν ἐν δεξίᾳ καθήμενος τοῦ Πατρός. εἰ δὲ καταβιβάζεται τῆς νῦν ἐνούσης αὐτῷ τιμῆς, δευτέραν ἆρα κένωσιν ὑφίσταται; εἰ δὲ καὶ τὴν βασιλείαν παραδίδωσι, πῶς ἔρχεται "μετὰ τῶν ἁγίων ἀγ"γέλων ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ;" οὐκοῦν καὶ ἀνεθέ-

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam i ad Corinthios. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg004.local001/.
