# Fragmenta in sancti Pauli epistulam i ad Corinthios 306

Cyrillus, Fragmenta in sancti Pauli epistulam i ad Corinthios, Page 306. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-i-ad-corinthios/306

λητον τῷ Υἱῷ τὸ "ὑπὸ τοὺς πόδας αὐτοῦ τεθῆναι τοὺς "ἐχθροὺς αὐτοῦ," εἴ γε νῦν μὲν συμβασιλεύει τῷ Πατρὶ, τότε δὲ τῆς βασιλείας ἐκπίπτει. ὅμως κἂν ὑποτάσσεται ὁ Υἱὸς τῷ Πατρὶ οὐ κατὰ τοῦτο ἥττων ἐστὶ τοῦ Πατρός· τὸ γὰρ τῆς ὑποταγῆς χρῆμα, οὐ φύσεως καὶ οὐσίας ὅρος ἐστὶν, ἀλλὰ πράγματος ὑπεμφαίνει τρόπον. εἰ γένοιτο καὶ ἐφ' ἡμῶν οὐχ ἑτεροουσίους ὄντας ἀλλήλοις ἀποφαίνει· πόθεν; ὑποτάττεται γὰρ πατρὶ μὲν ὁ υἱὸς, δεσπότῃ δὲ δοῦλος, διδασκάλῳ δὲ μαθητὴς, ἡγουμένῳ δέ τις τῶν ὑπὸ χεῖρα καὶ ὑπεζευγμένων. ἀλλ' οὐδὲν ἐν τούτοις ὁ τῆς ὁμοουσιότητος ἀδικεῖται λόγος· εἰσὶ γὰρ ἀλλήλοις ὁμοειδεῖς, κἂν εἰ τοῦτον ἔχοιεν τὸν τρόπον, εἴκοντές τε ἀλλήλοις καὶ ὑποταττόμενοι καὶ τὸ μὴ οὐκ ἀτιμάζοντες διὰ τὸ σύμφερον. τὸ τοίνυν καὶ ἐφ' ἡμῶν ἀσθενοῦν πῶς ἐπὶ Θεοῦ κρατύνουσιν; εἰ γὰρ φύσεως ἰδιότης ἤτοι μέτρον καθά φασι τὸ ὑποτάττεσθαί ἐστι τῷ Υἱῷ, τὸ μὴ ὑποτάττεσθαι φύσεως ἑτέρας ἰδιότης ἐστὶν αὐτῷ, τάχα που τὸ ἄμεινον παρ' ἐκείνην ἐχούσης, εἴπερ ἐστὶν ἐν μείοσιν ἡ ὑποταγή· οἰκονομικῶς γὰρ ὑποτάττεται δι' ἡμᾶς. ὁ δὲ τῶν ῥητῶν οὕτως· ἐπειδὴ ὁ ἄνθρωπος ἁμαρτήσας γέγονεν ὑπὸ φθορὰν καὶ ὑπὸ τοῦ διαβόλου καὶ τῶν δαιμόνων ἀποστὰς τοῦ φύσει Θεοῦ, γέγονε δι' ἡμᾶς ἄνθρωπος ὁ Μονογενὴς καὶ κατήργηκε τοῦ θανάτου τὸ κράτος, ἐξῆρε καὶ τὴν τοῦ θανάτου ῥίζαν τὴν ἁμαρτίαν, ἐξέβαλε τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου. ταῦτα δὲ πάντα πεποιηκὼς καὶ τῆς ὅλης οἰκονομίας συμπεπερασμένης, παραδίδωσι τουτέστι προσκομίσει τῷ Πατρὶ τὴν βασιλείαν τὴν διηρπασμένην πάλαι καὶ ὑφ' ἑτέροις γεγενημένην, τὸ κατεξουσιάζειν πάντων τῶν ἐπὶ γῆς ἀποκαταστήσας αὐτῷ, κατηργημένου τοῦ θανάτου καὶ τοῦ τυραννήσαντος κατ' αὐτῶν σατανᾶ, ἕξει πάλιν ὁ Υἱὸς καὶ εἰς τὸν μέλλοντα αἰῶνα τῆς κατὰ πάντων ἐξουσίας τὴν ὑπεροχήν.

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam i ad Corinthios. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg004.local001/.
