# Fragmenta in sancti Pauli epistulam i ad Corinthios 307

Cyrillus, Fragmenta in sancti Pauli epistulam i ad Corinthios, Page 307. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-i-ad-corinthios/307

ΤΟΜΟΣ Ζ. Ἀλλ' ἐρεῖ τις Πῶς ἐγείρονται οἱ νεκροί; ποίῳ δὲ σώματι ἔρχονται; κ.τ.λ. Ὁ ΠΡΟΦΗΤΗΣ Ἡσαΐας μετὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως τὸ μυστήριον ὡς ἔσται κατὰ καιροὺς Θεοῦ κατανεύοντος, καὶ ἀφάτῳ δυνάμει μεταπλάττοντος εἰς ζωὴν τὸ τῷ θανάτῳ κεκρατημένον, προανακεκράγει λέγων "Ἀναστήσονται οἱ "νεκροὶ, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ εὐφραν"θήσονται οἱ ἐν τῇ γῇ· ἡ γὰρ δρόσος ἡ παρὰ σοῦ ἴαμα "αὐτοῖς ἐστιν·" δρόσον οἶμαι λέγων τροπικῶς τὴν ζωοποιὸν ἐνέργειαν τοῦ Θεοῦ, καθ' ἣν καὶ τὸ εἶναι τοῖς οὐκ οὖσι προσνέμει, καὶ τοῖς ἤδη παρενηνεγμένοις εἰς ὕπαρξιν τὸ εὖ εἶναι χαρίζεται· συνέστηκε γὰρ τὰ πάντα ἐν αὐτῷ, καθάπερ ἀμέλει καὶ δι' αὐτοῦ παρήχθη πρὸς γένεσιν· ψάλλει δέ που καὶ ὁ θεσπέσιος Δαυεὶδ περὶ τῶν ἐπὶ γῆς πρὸς τὸν τῶν ὅλων Σωτῆρα Θεόν "Ἀνοίξαντος δέ σου τὴν χεῖρα τὰ σύμ"παντα πλησθήσεται χρηστότητος· ἀποστρέψαντος δέ σου "τὸ πρόσωπον, ταραχθήσονται· ἀντανελεῖς τὸ πνεῦμα αὐ"τῶν καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψου"σιν· ἐξαποστελεῖς τὸ πνεῦμα σου καὶ κτισθήσονται, καὶ "ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς." πέπονθε μὲν γὰρ ἡ ἀνθρώπου φύσις τοῦ θείου προσώπου τὴν ἀποστροφὴν ἐν Ἀδὰμ διὰ τὴν παράβασιν· τοιγάρτοι μονονουχὶ συγκέχυται καὶ τετάρακται, καὶ εἰς τὸν ἴδιον ὑπενόστησε χοῦν, κατεβιβάσθη τε καὶ εἰς θάνατον καὶ φθοράν. ἐπειδὴ δὲ γέγονε καθ' ἡμᾶς ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ τὴν τοῦ Ἁγίου Πνεύματος πεπλουτήκαμεν μέθεξιν, ἀναμορφούμεθα πρὸς τὸ ἐν ἀρχαῖς καὶ οἷον ἀνεκτίσμεθα· κεκλήμεθα γὰρ εἰς καινότητα ζωῆς, τὸ τοῦ θανάτου διαδιδράσκοντες κράτος. καὶ

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam i ad Corinthios. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg004.local001/.
