# Fragmenta in sancti Pauli epistulam i ad Corinthios 308

Cyrillus, Fragmenta in sancti Pauli epistulam i ad Corinthios, Page 308. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-i-ad-corinthios/308

μαρτυρήσει λέγων ὁ σοφώτατος Παῦλος "Εἰ δὲ τὸ πνεῦμα "τοῦ ἐγείραντος Ἰησοῦν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας ἐκ νεκρῶν "Χριστὸν Ἰησοῦν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν "διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν." ὅτε τοίνυν ἀνεβίω μὲν ὁ Χριστὸς πατήσας τοῦ θανάτου τὸ κράτος, καὶ γέγονεν ἀπαρχὴ τῶν κεκοιμημένων ὡς ἑψομένων πάντως τοῖς ἴχνεσιν αὐτοῦ, πῶς οὐκ ἀπόπληκτον κομιδῆ τὸ κατά τι γοῦν ὅλως ἐνδοιάζειν ἔτι περὶ τὸ τῆς ἀναστάσεως μυστήριον; Εἴ τις ἕλοιτο τοῖς τῆς θεότητος ἔργοις περιεργότερον ἐνιεὶς τῆς ἑαυτοῦ διανοίας τὸν ὀφθαλμὸν πειρᾶσθαι περιαθρεῖν τῆς ἑκάστου παραγωγῆς τὸν τρόπον καὶ τῆς γενέσεως τὴν ἀρχὴν, καταλήξειεν ἂν οὐδαμῶς τό Πῶς δὴ τοῦτο ἀπόπληκτον λέγων. πῶς γὰρ γέγονεν ὁ οὐρανὸς, ἐκ ποίας ὕλης ἢ πόθεν; ποίαν ἔχει τὴν ἕδραν; γῆ δὲ πῶς ἢ πόθεν καὶ ὅποι ποτὲ διερήρεισται; παρήχθη δὲ ὅπως ὁ ἡλίου κύκλος, σελήνη καὶ ἄστρα καὶ τὰ ἕτερα τῶν κτισμάτων; πῶς δὲ ὁ τῶν ὅλων Δημιουργὸς χοῦν ἀπὸ γῆς λαβὼν ἔπλασε τὸν ἄνθρωπον; πῶς εἰς ὀστέα καὶ νεῦρα καὶ σάρκας ἡ γῆ μετεπλάττετο; εἰ δὲ εἴπερ οὐχ εὑρεθησόμεθα τὸν ἐφ' ἑκάστῳ τῶν πεποιημένων ἀποδοῦναι λόγον, ταύτῃ καὶ ἀναιρήσομεν ὅτι καὶ γεγόνασιν ὅλως, ὅποι ποτὲ λοιπὸν ἐκτελευτήσειεν ἂν ἡ τῶν ἐννοιῶν ἤτοι σκαιῶν ἐγχειρημάτων ἔκβασις; Τὸ μετὰ τὴν Χριστοῦ ἀνάστασιν ἀμφιβάλλειν περὶ ἀναστάσεως, δυσβουλίας ἐστὶ καὶ ἀμαθίας καὶ ἀλαζονείας, τὸ λέγειν ἐπὶ τῶν τοῦ Θεοῦ ἔργων τὸ πῶς, ἀλλὰ μὴν καὶ τὸ λέγειν Ποίῳ σώματι ἐγείρονται οἱ νεκροὶ καὶ τοῦτο εὔηθες· εὔδηλον γὰρ ὅτι τῷ αὐτῷ. καὶ γὰρ καὶ ὁ Κύριος τὴν ἑαυτοῦ σάρκα ἀνέστησεν ὡς ἦν. ἐπειδὴ δέ τινες λέγουσι προὐπεῖναι τὴν ψυχὴν, τιμωρίας δὲ ἕνεκεν ἐνδεσμεῖσθαι τῷ σώματι, ἀθετοῦσιν οὐ μόνον τὸν τῆς δημιουργίας λόγον καθ' ὃν ἐπὶ

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam i ad Corinthios. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg004.local001/.
