# Fragmenta in sancti Pauli epistulam i ad Corinthios 310

Cyrillus, Fragmenta in sancti Pauli epistulam i ad Corinthios, Page 310. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-i-ad-corinthios/310

τῶν φαύλων ἐργάταις τὸ ἐν εὐκλείᾳ τῇ παρὰ Θεοῦ στεφανοῦσθαι πρέπει· ταύτῃτοι χρησίμως διαφόρων μέμνηται σπερμάτων, οἷς καὶ διανέμει Θεὸς, καθ' ὃν ἂν ἕλοι τρόπον αὐτὸς, τὸ ἐν τοιῷδε τυχὸν ἢ ἑτεροίῳ σχήματι διαφέρεσθαι· φησὶ γάρ Καὶ ὃ σπείρεις οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις. Καὶ σώματα ἐπουράνια καὶ σώματα ἐπίγεια. Εἷς μὲν ὁ λόγος καθὸ σῶμα ἑκάστου καὶ ἔστι καὶ λέγεται, μερίζεται δὲ εἰς διάφορα καθ' ἕτερόν τινα λόγον· καὶ ἀναβιώσεται μὲν ἐν ἀφθαρσίᾳ τὰ πάντων σώματα, πλὴν ἔσται τις διαφορὰ περί γε τὴν δόξαν καὶ τὴν περιστολὴν ἣν ποιοῖτο Θεὸς, τὰ πρὸς ἀξίαν ἑκάστῳ διανέμων. Ἀλλ' ἑτέρα μὲν ἡ τῶν ἐπουρανίων δόξα, ἑτέρα δὲ ἡ τῶν ἐπιγείων. Ἰστέον ὅτι δυσὶν ἀρτίως παραδειγμάτοιν εἰς μέσον ἡμῖν παρενηνεγμένοιν τοῦ τε κατὰ τὸν κόκκον φημὶ, καὶ τοῦ διεκφαίνοντος τὴν τῶν οὐρανίων σωμάτων τὴν ὡς ἐν δόξῃ διαφορὰν, ἀποφέρει τέως πρὸς τὴν τοῦ πρώτου δύναμιν τῆς τῶν νεκρῶν ἀναστάσεως ἐμφέρειαν, καί φησι τὸ ἑξῆς· Σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ. Ὅνπερ γὰρ τρόπον ὁ τοῦ σίτου κόκκος ἐγκαταβληθεὶς τῷ βώλῳ γυμνὸς καὶ νεκρὸς, ἐν περιστολῇ σώματος καὶ ἐν προσθήκῃ κάλλους ἀναφὺς θαυμάζεται, κατὰ τὸν αὐτὸν τουτονὶ τρόπον καὶ τὸ ἀνθρώπινον σῶμα σπείρεται μὲν ἐν φθορᾷ καὶ ἐν ἀσθενείᾳ τε καὶ ἐν ἀτιμίᾳ, πλὴν ἀναβιώσεται τιμῇ τε καὶ ἀφθαρσίᾳ καὶ μὴν καὶ δυνάμει κατημφιασμένον. ἄξιον δὲ θαυμάσαι τοῦ θεηγόρου τὴν νῆψιν· ἐρηρεισμένην γὰρ ἔχων τὴν πίστιν, καὶ ὅτι πάντη τε καὶ πάντως ἀναβιώσεται πεποιθὼς, σπορᾷ παρεικάζει τὴν τοῦ σώματος φθορὰν, εὐτέχνως

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam i ad Corinthios. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg004.local001/.
