# Fragmenta in sancti Pauli epistulam i ad Corinthios 311

Cyrillus, Fragmenta in sancti Pauli epistulam i ad Corinthios, Page 311. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-i-ad-corinthios/311

δὴ λίαν καὶ σοφῶς πανταχῆ τῷ παραδείγματι τὴν τοῦ πράγματος φύσιν ἐξομοιῶν. οὐκοῦν τῷ κόκκῳ παραπλησίως οὐ γυμνὸν ἀναβιώσεται τὸ σῶμα, φησὶν, ἀλλ' εὖ μάλα περιεσταλμένον τὴν ἀφθαρσίαν καὶ τὴν δόξαν, καὶ πρός γε τούτοις τὸ εὐσθενὲς, καὶ μὴν καὶ τοῦτο καταπλουτοῦν τὸ ἐν φρονήματι γενέσθαι πνευματικῷ, μεταπλαττούσης τρόπον τινὰ τῆς ἄνωθεν χάριτος, καὶ τῆς ἀσυγκρίτου δυνάμεως τοῦ πάντων Δημιουργοῦ πρὸς πᾶν τοὐναντίον τὰ ἐν αὐτῷ. ἐνυπάρχει μὲν γὰρ τῷ πεσόντι σώματι καὶ οἷον εἰς γῆν ἐσπαρμένῳ φθορὰ καὶ ἀσθενεία καὶ τὸ ἀκαλλὲς, φρόνημά τε τὸ ψυχικὸν, ὃ καὶ ταὐτὸν εἶναί φαμεν τῷ σαρκικῷ καὶ γεωδεστέρῳ· ἐπειδὴ δὲ παρήχθη πρὸς γένεσιν ἐν ἀρχαῖς, κατὰ φύσιν οὐχ ὧδε ἔχον· παρεισέδυσαν δὲ ταυτὶ διὰ τὴν παράβασιν καὶ τὴν ἐπὶ τῷ θανάτῳ δίκην, ἀναφωνούσης ἡμῖν τῆς φύσεως εἰς τὸ ἐν ἀρχαῖς· πράττεται μὲν ἀναγκαίως δυνάμει τε καὶ ἐνεργείᾳ Θεοῦ τῶν μεταξὺ παρεισβεβληκότων ἡ ἀπόθεσις, ἀντεισκρίνεται δὲ τῶν πρώτων καὶ ἐν ἀρχαῖς ἐνόντων ἡμῖν ἀγαθῶν ἡ μέθεξις· ἀνεκαινίσμεθα γὰρ ἐν Χριστῷ κατὰ τὰς γραφάς· ἔφη γὰρ προφήτης ἅγιος "Θάρσει Σιὼν, μὴ "παρείσθωσαν αἱ χεῖρές σου· Κύριος ὁ Θεός σου ἐν σοὶ, "δυνατὸς σῶσαί σε, καὶ ἀνακαινιεῖ σε ἐν τῇ ἀγαπήσει "αὐτοῦ." ὅτε γὰρ ἠγάπησεν ἡμᾶς ὁ Θεὸς καὶ Πατὴρ, τότε δὴ τότε καὶ ἀνεκαίνισεν ἐν Χριστῷ· καὶ γάρ ἐστιν ἀληθὲς ὡς πάντα τὰ ἐν αὐτῷ "καινὴ κτίσις· καὶ τὰ μὲν ἀρχαῖα "παρῆλθε, γέγονε δὲ καινά." ποῖα δέ φησιν ἀρχαῖα; τὰ παριππεύσαντα· καὶ ποῖα καινά; τὰ εἰσκεκριμένα· παλαιὰ μὲν ἡ φθορὰ, καὶ μέντοι τὸ ἄναλκι, καὶ πρός γε τούτῳ τὸ δυσκλεὲς, καὶ τοῦ ψυχικοῦ φρονήματος τὰ ἐγκλήματα· καινὰ

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam i ad Corinthios. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg004.local001/.
