# Fragmenta in sancti Pauli epistulam i ad Corinthios 312

Cyrillus, Fragmenta in sancti Pauli epistulam i ad Corinthios, Page 312. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-i-ad-corinthios/312

δὲ διὰ Χριστοῦ, δόξα τε καὶ ἀφθαρσία καὶ δύναμις καὶ τὸ φρόνημα τὸ πνευματικόν· ἔσται γὰρ ἡμῶν τὸ σῶμα πνευματικόν. Τί τὸ πνευματικὸν εἴη ἂν ὢ μυσταγωγέ; ἆρα γὰρ ἔσται σὰρξ μὲν οὐκέτι, συγκείσεται δὲ οὐδαμῶς, καθάπερ ἀμέλει καὶ νῦν ἐξ ὀστῶν τε καὶ νεύρων δι' ὧν ἂν ἡ τοῦ καθ' ἡμᾶς σώματος ἀποτελοῖτο φύσις· ἔσται δὲ μᾶλλον ἰσχνόν τε καὶ ἀερῶδες καὶ σκιαῖς ὀλίγα παραχωροῦν φησιν; οὐδαμῶς· εἰ γὰρ ὧδε ταῦτα ἔχειν οἴονταί τινες, οὐκ αὐτό που πάντως ἀναβιώσεται τὸ πίπτον εἰς γῆν, ἀλλ' ἕτερόν τι παρ' ἐκεῖνο, καὶ τῷ πρώτῳ προσεοικὸς οὐδέν· φαίην δ' ἂν εἶναι πνευματικὸν, οὐ τὸ ἐν εἴδει σκιᾶς, ἤγουν ἀσωμάτου πνεύματος, τὸ ἀφεστηκὸς δὲ μᾶλλον καὶ μὴν καὶ εἰσάπαν ἀπηλλαγμένον τοῦ σαρκικοῦ καὶ γεωδεστέρου φρονήματος. εἰ γάρ ἐστί φησι σῶμα ψυχικὸν, ἔστι καὶ πνευματικόν. ὥσπερ γὰρ εἴπερ ἕλοιτό τις τὸ ἀπὸ γῆς ἡμῶν σῶμα ψυχικὸν ἀποκαλεῖν, περιθείη ἄν τις εἰκότως οὐ τὸ ψυχῆς εἶδος αὐτῷ, περιτρέψει δὲ μᾶλλον τοῦ λόγου τὴν δύναμιν εἰς τὸ φρόνημα τὸ ψυχικὸν ἤγουν τὸ σαρκικὸν, καθάπερ ἀμέλει καὶ σοφίαν νοοῦμεν ψυχικὴν καὶ ἐπίγειον τὴν καθ' ἡμᾶς τε καὶ ἀνθρωπίνην· οὕτω κἂν εἰ λέγοιτο σῶμα ψυχικὸν, οὐκ ἂν οἶμαι τῷ αὐτῷ τὸ ψυχῆς εἶδος περιτιθεὶς, τὴν ἐπὶ τῷ πεπλανῆσθαι διαφύγοι γραφὴν, ἐπεὶ κατὰ τίνα τρόπον ζῶντές τε ἔτι καὶ ἐν αὐτοῖς δὴ τούτοις τοῖς ἀπὸ γῆς ὄντες σώμασι, ψυχικοὶ λέγονταί τινες καὶ πνευματικοί; γέγραπται γὰρ ὅτι "ψυχικὸς ἄνθρω"πος οὐ δέχεται τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ, μωρία γὰρ

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam i ad Corinthios. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg004.local001/.
