# Fragmenta in sancti Pauli epistulam i ad Corinthios 314

Cyrillus, Fragmenta in sancti Pauli epistulam i ad Corinthios, Page 314. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-i-ad-corinthios/314

δέ γε προπάτωρ Ἀδὰμ οὐκ ἀνέγκλητον παντελῶς τὴν τῶν ἐδωδίμων ἔφεσιν εἰσεδέξατο· πεποίηται γὰρ εἰς ζῶσαν ψυχὴν, καὶ βρωμάτων ἡδονῆς ἡττώμενος, ἔφαγεν ἀπὸ τοῦ ξύλου τῆς ζωῆς, καίτοι τοῦ θείου νόμου τοῦτο δρᾶν ἐξείργοντος. Ὅτι τοίνυν ὁ ψυχικὸς οὐ φύσεως ἡμῖν διαφορᾶς ὑπεμφήνειεν ἂν, ζωῆς δὲ μᾶλλον ἠθῶν τε καὶ τρόπων ποιότητα, καθ' ἣν ὁ μέν τις ἐστὶ τῷ γεωδεστέρῳ καὶ σαρκικῷ φρονήματι κάτοχος, ὁ δὲ τῇ τοῦ πνεύματος ἐλευθερίᾳ περιφανὴς, ἀποδείκνυσι σαφῶς ἀπό τε Ἀδὰμ τοῦ πρώτου καὶ τοῦ δευτέρου· ἄμφω μὲν γὰρ γεγόνασιν ἐν γηΐνοις σώμασιν, ἀλλ' ἥ γε τοῦ φρονήματος οἱονεὶ ποιότης, καὶ μὴν καὶ τὸ ἑτεροίως ἑλέσθαι διαβιοῦν, τὸν μὲν ἀπέφηνε ψυχικὸν, ἕτερον γεμὴν ἀσυγκρίτως ἐν ἀμείνοσι τουτέστι πνευματικόν. Ἀλλ' οὐ πρῶτον τὸ πνευματικὸν, ἀλλὰ τὸ ψυχικόν· ἔπειτα τὸ πνευματικόν. Ἐπιλαμβάνεται δὲ τρόπον τινὰ τῶν καιρῶν καθ' οὓς γεγόνασι, καί φησιν Ἀλλ' οὐ πρῶτον τὸ πνευματικὸν, ἀλλὰ τὸ ψυχικὸν, ἔπειτα τὸ πνευματικόν· ἐπειδὴ ἔφη σπείρεσθαι μὲν εἰς γῆν τὸ σῶμα ψυχικὸν, ἀποφαίνει λευκῶς ὡς ἔστιν οὐκ ἀπαράδεκτον τῇ τοῦ ἀνθρώπου φύσει τὸ ἐκ φρονήματος ψυχικοῦ μεταφοιτᾶν εἰς πνευματικὸν, καὶ ὅτι πρεσβύτερον τοῦ πνευματικοῦ τὸ ψυχικὸν εἴη ἄν· καὶ τίς ἂν γένοιτο τῶν τοιούτων ἡ πίστις; Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός κ.τ.λ. Ὁ πρῶτός φησιν ἄνθρωπος τουτέστιν Ἀδὰμ, εἰς ψυχὴν πεποίητο ζῶσαν, τουτέστι γεώδης καὶ σαρκικός· ὁ γεμὴν

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam i ad Corinthios. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg004.local001/.
