Ancient Greek
Page 316
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam i ad Corinthios 316
Not analysed yet
στοῦ, "ἐν ᾧ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως "ἀπόκρυφοι." αὐτὸς γάρ ἐστι καὶ τῶν ἔσεσθαι προσδοκωμένων διανομεὺς ἀγαθῶν· αὐτὸς μεταστοιχειώσει τὴν κτίσιν, καὶ καινουργήσει τὸ σύμπαν, καὶ ἀπαλλάξει "δουλείας εἰς "τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ." καὶ εἰ ταῦτα ἀληθῆ, πῶς οὐκ ἔδει πάντη τε καὶ πάντως συνκαινουργεῖσθαι τῇ κτίσει τὸν δι' ὃν ἡ κτίσις, φημὶ δὲ τὸν ἄνθρωπον; ἔδει καὶ αὐτὸν ὁρᾶσθαι καινὸν, οὐ φθορᾷ τῇ πρώτῃ τυραννούμενον, οὐ σαρκικαῖς ἡδοναῖς εἰς ἁμαρτίας πλεονεκτούμενον, ἐγηγερμένον δὲ μᾶλλον ἐν ἀφθαρσίᾳ τε καὶ ἐν εὐσθενείᾳ καὶ ἐν τιμῇ καὶ θείᾳ τινι δόξῃ περιεσταλμένον. ἔφη γάρ που καὶ ὁ θεσπέσιος Ἡσαΐας "Καὶ προπορεύσεται ἔμπροσθέν σου "ἡ δικαιοσύνη σου, καὶ ἡ δόξα τοῦ Θεοῦ περιστελεῖ σε·" καὶ μὴν καὶ αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς διεβεβαιοῦτο· σαφῶς, ὡς ἐν καιρῷ συντελείας τοῦ αἰῶνος τούτου ἀναβιώσονται μὲν οἱ νεκροὶ, "οἱ γεμὴν συνιέντες ἐκλάμψουσιν ὡς "ἡ λαμπρότης τοῦ στερεώματος." πλὴν οὐχ ἅπασιν ἀδιακρίτως ἡ τῆς τοιᾶσδε τιμῆς καὶ δόξης προκείσεται χάρις· πρέποι δ' ἂν μᾶλλον ἀπολέγδην τοῖς τῶν ἄλλων ἐξῃρημένοις, οἳ καὶ σύμμορφοι γεγόνασι "τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ·" ἀναβιώσονται μὲν γὰρ ὁμολογουμένως τὰ πάντων σώματα τῇ τῆς ἀφθαρσίας χάριτι κατημφιασμένα, ἀλλαχθήσονται δὲ οὐ πάντες· ἀλλ' οἱ μὲν φαῦλοι ἀπομενοῦσιν ἐν τῷ τῆς ἀτιμίας σχήματι ἐπὶ μόνῳ τῷ χρῆναι κολάζεσθαι, οἱ δέ γε δίκαιοι ἀλλαχθήσονται μόνοι πρὸς τῷ τῆς ἀφθαρσίας ἀγαθῷ, καὶ τῆς θείας δόξης καταπλουτήσαντες τὴν περιστολήν. αὐτὸς τοιγαροῦν ἰδίᾳ δυνάμει καὶ ἐνεργείᾳ θεοπρεπεῖ "μετα"σχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον "τῷ σώματι τῆς δόξης αὐτοῦ." ποῖον δὲ τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν; τουτὶ τὸ ἐκ γῆς, τὸ τῷ θανάτῳ κατησχημένον ἐκ τῆς ἀρχαίας ἐκείνης ἀρᾶς, ἣν λέλυκεν ὁ Χριστὸς