# Fragmenta in sancti Pauli epistulam i ad Corinthios 317

Cyrillus, Fragmenta in sancti Pauli epistulam i ad Corinthios, Page 317. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-i-ad-corinthios/317

"γενόμενος ὑπὲρ ἡμῶν κατάρα·" ἔσται δὲ ὁ μετασχηματισμὸς οὐκ εἰς ἑτέραν τινὰ φύσιν ἀποκομίζων ἡμᾶς, ἐσόμεθα γὰρ ὅπερ ἐσμὲν, τουτέστιν ἄνθρωποι, πλὴν ἀμείνους ἀσυγκρίτως· ἄφθαρτοι γὰρ καὶ ἀνώλεθροι, καὶ πρός γε τούτῳ δεδοξασμένοι. τί δ' ἂν βούλοιτο δηλοῦν ἡ ἐσχάτη σάλπιγξ ἣ διανιστᾷ τοὺς νεκροὺς, αὐτὸς ἡμῖν σαφηνιεῖ λέγων ὁ θεσπέσιος Παῦλος "Ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι ἐν φωνῇ "ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ' οὐ"ρανοῦ·" καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι. οὐκοῦν παρεικάζει σάλπιγγι τὴν τοῦ ἀρχαγγέλου φωνὴν, καὶ τὸ θεῖον ἐκεῖνο καὶ φρικωδέστατον κέλευσμα. εἰ δὲ καὶ ὁ ἀρχάγγελός ἐστιν ὁ κεκραγὼς καὶ τὸ τῆς ἀναστάσεως σύνθημα διδοὺς τοῖς ἐν γῇ κειμένοις, ἀλλ' οὖν τοῦ Χριστοῦ ἔσται φωνή· καὶ γάρ ἐστιν αὐτὸς ἰδίᾳ δυνάμει διανιστὰς τοὺς νεκροὺς, καὶ οὐχί που πάντως ἡ τοῦ ἀρχαγγέλου φωνή· δεσποτικοῖς γὰρ προστάγμασι πᾶσα κτίσις ὑπέζευκται λογική· ποία τοίνυν ὅλως ἀνάστασις ἔσται κατὰ ἀλήθειαν, εἰ μὴ αὐτό φαμεν ἀναβιώσεσθαι τὸ τῷ θανάτῳ κατησχημένον; ἢ τίνα τρόπον ἐροῦμεν, μονονουχὶ κατορχούμενοι τῆς φθορᾶς Κατεπόθη ὁ θάνατος εἰς νῖκος, καὶ τὰ ἑξῆς; Ποῦ σου θάνατε τὸ κέντρον; ποῦ σου ᾅδη τὸ νῖκος; Ἰστέον δὲ ὅτι τὴν τοῦ προκειμένου ῥητοῦ παράθεσιν ὁ μακάριος Παῦλος κατὰ τὴν ἑβραίων ἔκδοσιν ἐποιήσατο· ἔχει δὲ οὐχ οὕτως ἡ τῶν ἑβδομήκοντα· γέγραπται γὰρ ἐν προφήταις "Ποῦ ἡ δίκη σου θάνατε; ποῦ τὸ κέντρον σου ᾅδη;" Πλὴν τὸ κέντρον τοῦ θανάτου φησὶν ἡ ἁμαρτία, ἡ δὲ δύναμις τῆς ἁμαρτίας ὁ νόμος· πλήττει μὲν γὰρ οἷά τις σκορπίος ὁ

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam i ad Corinthios. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg004.local001/.
