Ancient Greek
Page 318
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam i ad Corinthios 318
Not analysed yet
τὸ κέντρον ἔχων τοῦ θανάτου, τουτέστιν ὁ σατανᾶς. πλήττει δὲ οὐχ ἑτέρως, πλὴν ὅτι διὰ τῆς ἁμαρτίας· ἀλλ' ἔδωκεν ἡμῖν ὁ Σωτὴρ "ἐπάνω ὄφεων καὶ σκορπίων πατεῖν καὶ ἐπὶ πᾶσαν "τὴν δύναμιν τοῦ ἐχθροῦ." κατηφάνισται γὰρ τοῦ θανάτου τὸ κέντρον, ἐξῃρημένης τῆς ἁμαρτίας καὶ οὐκ ἔτι δύναμιν ἐχούσης τὸν νόμον· κατακρίνει γὰρ ὁ νόμος τοὺς ἁμαρτάνοντας· τοιγάρτοι φησὶν ὁ θεσπέσιος Παῦλος δύναμιν εἶναι τῆς ἁμαρτίας τὸν νόμον· λέλυται δὲ καὶ τοῦτο ἐν Χριστῷ· ἁμαρτία γὰρ ἡμῶν οὐ κυριεύσει, ὅτι οὐκ ἐσμὲν ὑπὸ νόμον, ἀλλ' ὑπὸ χάριν· χωρὶς δὲ νόμου, ἁμαρτία νεκρά. τίς οὖν ὁ πάντων τούτων ἡμῖν χορηγὸς, τῆς δικαιοσύνης ὁ πρύτανις, τῆς ἐλευθερίας ὁ δοτὴρ, καὶ παντὸς ἀγαθοῦ πηγὴ καὶ πρόφασις, εἰσόμεθα λέγοντος τοῦ μακαρίου Παύλου Τῷ δὲ Θεῷ χάρις τῷ διδόντι ἡμῖν τὸ νῖκος διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.