Ancient Greek
Page 320
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ii ad Corinthios 320
Not analysed yet
ΤΟΜΟΣ Α ΛΟΓΟΣ Α. Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφός. Ὁ ΣΟΦΩΤΑΤΟΣ ἀπόστολος Παῦλος προκεχειρισμένος εἰς διακονίαν τὴν ἐπὶ Χριστῷ διὰ θελήματος Θεοῦ παρῆχθαί φησιν, τὴν τῶν ψευδοπροφητῶν καὶ ψευδαποστόλων δόξαν ὡς δυσσεβῆ παρωθούμενος, λαλῶν δὲ ἐν Πνεύματι, καὶ αὐτὸν ἔχων ἐνηυλισμένον ἐν ἰδίᾳ ψυχῇ τὸν Ἰησοῦν· ὡς φάσκειν πῆ μέν "Δοκῶ δὲ κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν," πῆ δέ "Εἰ "δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ." δοῦλον ἑαυτὸν εἶναί φησιν αὐτοῦ, καίτοι τῶν ὅλων κατεξουσιάζοντος τοῦ Θεοῦ καὶ κατάρχοντος μόνου· εἴρηται γὰρ πρὸς αὐτόν "Ὅτι τὰ σύμπαντα δοῦλα σά·" πῶς οὖν οὐκ ἐναργῶς φυσικήν τε αὐτῷ καὶ ἀληθῶς θεοπρεπεστάτην τῆς κυριότητος ἀπονέμει δόξαν;