# Fragmenta in sancti Pauli epistulam ii ad Corinthios 321

Cyrillus, Fragmenta in sancti Pauli epistulam ii ad Corinthios, Page 321. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-ii-ad-corinthios/321

Ἐξ ὧν ἀπόστολον ἑαυτὸν λέγει τοῦ Ἰησοῦ, Θεὸν φύσει καὶ ἀληθῶς καταγγέλλει τὸν Ἰησοῦν· οὐδεὶς γὰρ ἀπόστολον εἴη ἂν ἀνθρώπων ἀλλὰ Θεοῦ μᾶλλον τοῦ κατὰ φύσιν· καὶ δείκνυσιν ὅτι οὐ παρὰ γνώμην τοῦ Πατρὸς ἐκλήθη πρὸς τὴν ἀποστολὴν, οὔτε ἀπὸ καρδίας λαλεῖ ὡς οἱ ψευδομάντεις, ἀλλὰ Θεοῦ λόγια διακονεῖται. κοινωνὸν δὲ ποιεῖ τῆς ἐπιστολῆς τὸν Τιμόθεον, ὡς δόκιμον καὶ ἀκολουθοῦντα τοῖς αὐτοῦ ἴχνεσιν, ἵνα γοργότερον πείσῃ διὰ τῆς συμφωνίας, ἐπείπερ ὁ νόμος λέγει "Ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν "σταθήσεται πᾶν ῥῆμα." Τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ. Γράφουσι τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, καίτοι Χριστοῦ λεγομένης εἶναι τῆς Ἐκκλησίας· αὐτὸς γὰρ αὐτὴν ἑαυτῷ παρέστησε παρθένον ἁγνήν· εἴπερ οὖν ἐστιν ἡ Ἐκκλησία Θεοῦ, Χριστὸς δὲ ὁ ταύτην ἑαυτῷ παραστήσας, Θεὸς ἄρα κατὰ φύσιν ἐστὶν ὁ ἐκ τῆς ἁγίας καὶ θεοτόκου Μαρίας. Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Εἴπερ οὐκ ὄντα Θεὸν κατὰ φύσιν ἠπίστατο τὸν Υἱὸν, πῶς οὐκ ἔδει μᾶλλον εἰπεῖν Χάρις ὑμῖν καὶ εἰρήνη παρὰ μόνου τοῦ Θεοῦ καὶ Πατρός; νυνὶ δὲ συνεισδεχόμενος καὶ συνδοτῆρα τιθεὶς τὸν Χριστὸν ὧν ἂν ἡ θεία χαρίσαιτο φύσις, δῆλος ἂν εἴη δήπουθεν οὐκ ἠγνοηκὼς ὄντα κατὰ φύσιν Θεόν·

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ii ad Corinthios. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg005.local001/.
