# Fragmenta in sancti Pauli epistulam ii ad Corinthios 326

Cyrillus, Fragmenta in sancti Pauli epistulam ii ad Corinthios, Page 326. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-ii-ad-corinthios/326

"βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι, ἀλλ' ὁ "Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς." ἐπειδὴ γὰρ παμμέγεθες τὸ μυστήριον, δέοιτ' ἂν εἰκότως μυσταγωγίας τῆς ἄνωθεν καὶ παρὰ Πατρός· βεβαιοῖ τοιγαροῦν ἡμᾶς αὐτὸς εἰς Χριστὸν ὁ καὶ σφραγισάμενος ἡμᾶς καὶ χρίσας Θεὸς καὶ δοὺς τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος. εἴη δ' ἂν οὐκ ἀσυμφανὲς καὶ διά γε τούτων ἡμῖν, ὅτι μὴ γέγονεν ὁ Υἱὸς "ναὶ καὶ οὔ·" Θεὸς δὲ μᾶλλον ἀληθινὸς, καὶ ἐφ' ἅπασι τοῖς ἀγαθοῖς "ἐν αὐτῷ "τὸ ναί·" Θεοῦ γὰρ ἡμᾶς σφραγίσαι τε καὶ χρίσαι λεγομένου, δόντος τε τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος, Χριστὸς ἂν εἴη πάλιν ὁ ταῦτα πληρῶν ἐν ἡμῖν, οὐχ ὑπουργικῶς, οὔτε μὴν ἀλλοτρίῳ καταχρίων τε ἡμᾶς καὶ σφραγίζων Πνεύματι, ἀλλ' αὐτῷ τῷ ἰδίῳ καὶ τῷ τοῦ Πατρός· ἐν γὰρ ἀμφοῖν τὸ Πνεῦμα τὸ Ἅγιον διὰ τὴν ταυτότητα τῆς οὐσίας οὐ μεμερισμένως, ἀλλ' ὡς ἐκ Πατρὸς δι' Υἱοῦ διῆκον ἐπὶ τὴν κτίσιν· ἐνεφύσησε γὰρ τοῖς ἁγίοις ἀποστόλοις λέγων "Λάβετε "Πνεῦμα Ἅγιον·" δι' αὐτοῦ τε καὶ ἐν αὐτῷ πρὸς εἰκόνα κατεσφραγίσμεθα τὴν θείαν καὶ νοητήν· ἔφη γὰρ αὐτὸς ὁ θεῖος ἀπόστολος Γαλάταις ἐπιστέλλων "Τεκνία μου, οὓς "πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν·" εἰ δὲ εἰς Χριστὸν μορφούμενοι, τὸν θεῖον ἐν ἑαυτοῖς πλουτοῦμεν εἰκονισμὸν, αὐτὸς ἄρα ἐστὶν ἡ εἰκὼν τοῦ Θεοῦ καὶ Πατρὸς καὶ ἡ ἀκριβὴς ἐμφέρεια, καὶ οὐ καθάπερ ἡμεῖς κατὰ μέθεξιν ἁγιασμοῦ πρὸς ὁμοιότητα κεκλημένοι, φύσει δὲ μᾶλλον καὶ οὐσιωδῶς· Θεὸς γὰρ ὁ φύσει πρὸς τὸν φύσει τε καὶ ἀληθῶς Θεὸν καὶ ἐκ τῆς αὐτοῦ γεγενημένον οὐσίας, οὐδὲν ἂν ἔχοι τὸ ἀπεοικός· ἐσφραγίσθαι δὲ καὶ αὐτὸν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, Ἰωάννης φησὶν ὁ σοφώτατος· "Ὁ λαβὼν γὰρ "αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ii ad Corinthios. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg005.local001/.
