# Fragmenta in sancti Pauli epistulam ii ad Corinthios 327

Cyrillus, Fragmenta in sancti Pauli epistulam ii ad Corinthios, Page 327. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-ii-ad-corinthios/327

"ἐστιν·" ἐσφράγισται δὲ πάλιν οὐκ ἐν ἴσῳ τρόπῳ καθ' ὃν καὶ ἡμεῖς, ἀλλ' ὅλον ἑαυτὸν ἐν τῇ τοῦ Υἱοῦ φύσει μονονουχὶ γράφοντος τοῦ Πατρὸς καὶ οἷον οὐσιωδῶς ἐνσημαινομένου· ταύτῃτοι ἔφασκεν "Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα." Τῷ δὲ Θεῷ χάρις τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ καὶ τὴν ὀσμὴ γνώσεως αὐτοῦ φανεροῦντι δ' ἡμῶν ἐν παντὶ τόπῳ. Εὐχαριστοῦσιν οἱ ἀπόστολοι δοκιμαζόμενοι καὶ πονοῦντες καὶ καυχῶνται τοῖς ἀγῶσιν τοῖς διὰ Χριστόν· ὥσπερ γὰρ ὑπὲρ ἡμῶν τεθριάμβευται Χριστὸς τὸν ἐπὶ ξύλου θάνατον ἀνατλὰς, καὶ τελειωθεὶς διὰ παθημάτων, οὕτω καὶ αὐτοὶ θριαμβεύεσθαί φασιν ὑπὲρ αὐτοῦ, τουτέστι γνωρίζεσθαι τοῖς ἁπανταχῆ καὶ καταλαμπρύνεσθαι διὰ πειρασμῶν καὶ νικᾶν τὸν κόσμον, διά γε τοῦ πάντα παθεῖν ἑτοίμως ἔχειν καὶ λίαν ἀσμένως ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ· εἰσὶ γάρ εἰσι μέτοχοι τῶν αὐτοῦ παθημάτων, ὡς φησὶ, "καὶ τῆς μελλού"σης ἀποκαλύπτεσθαι δόξης" κοινωνοί· Θεὸν δὲ εἶναί φασι τὸν θριαμβεύοντα αὐτοὺς, οὐχ ὡς ἐνιέντα τῷ πάσχειν αὐτοὺς οὔτε μὴν ὡς θλίψεις ἐπισωρεύοντα, ἀλλ' ὅτι κατὰ τὸ αὐτῷ δοκοῦν τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ' οὐρανὸν διακηρύττοντες τὸν Ἰησοῦν, τοῖς ὑπὲρ αὐτοῦ περιπίπτουσι πειρασμοῖς· ἄνευ γὰρ πειρασμῶν εὐδοκιμεῖν ἀδύνατον· ὁ δὲ τούτων καρπὸς ὅτι πάσχουσιν ἐν Χριστῷ, τουτέστι διὰ τὸν Χριστὸν, ὅπερ ἐστὶν εὐκλεὲς καὶ ἐλπίδων ἀνάμεστον ἀγαθῶν. Ποία δέ τις ἄρα ἐστὶν ὀσμὴ τῆς γνώσεως τοῦ Θεοῦ καὶ Πατρὸς, ἡ διὰ τῶν ἁγίων ἀποστόλων τῷ κόσμῳ φανερουμένη καὶ ἐν

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ii ad Corinthios. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg005.local001/.
