# Fragmenta in sancti Pauli epistulam ii ad Corinthios 328

Cyrillus, Fragmenta in sancti Pauli epistulam ii ad Corinthios, Page 328. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-ii-ad-corinthios/328

παντὶ τόπῳ, καθά φασιν αὐτοὶ, διδάξει πάλιν αὐτὸς ὁ θεσπέσιος Παῦλος ἐκεῖνο λέγων "Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, "ἀλλὰ Χριστὸν Ἰησοῦν κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν "διὰ Ἰησοῦ Χριστοῦ·" καὶ πάλιν "Οὐ γὰρ ἔκρινά τι "εἰδέναι ἐν ὑμῖν, εἰ μὴ Χριστὸν Ἰησοῦν, καὶ τοῦτον ἐσταυ"ρωμένον." εἶτα τίνα τρόπον ὁ γεννηθεὶς ἐκ γυναικὸς, ὁ σταυρὸν ὑπομείνας καὶ θάνατον ὑποδὺς, εἰ καὶ ἀνεβίω πάλιν, ὀσμὴ τῆς γνώσεως ἔσται τοῦ Θεοῦ καὶ Πατρὸς, εἰ καθάπερ οἴονταί τινες ψιλὸς καθ' ἡμᾶς, ἤγουν θεοφόρος, ἄνθρωπος νοεῖται Χριστὸς, καὶ οὐκ αὐτὸ κατὰ φύσιν ὑπάρχων Θεὸς, κἂν εἰ νοοῖτο προλαβὼν τὸ ἀνθρώπινον οἰκονομικῶς ὁ ἐκ Θεοῦ Λόγος; οὐ γὰρ ἔν γε τῷ εἶναι καθ' ἡμᾶς καὶ πέρα τοῦ μηδὲν τὴν τοῦ Θεοῦ καὶ Πατρὸς εὐωδιάσει φύσιν, οὐδ' ἂν ὀσμὴ γένοιτο τοῦ μὴ εἰδότος θάνατον ὁ θάνατον ἀνατλάς· πῶς οὖν ὀσμὴ τῆς γνώσεως τοῦ Πατρὸς ὁ Χριστός; ἢ δῆλον ὅτι καθὸ νοεῖται καὶ ἔστι Θεὸς, κἂν εἰ πέφηνεν ἐν σαρκὶ δι' ἡμᾶς; ἐπεὶ τίνα τρόπον οἱ διακηρύσσοντες τὸν Χριστὸν καταγγέλλουσι τῷ κόσμῳ τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεόν; ἢ πῶς ἂν εἰδεῖεν τὸν Ἰησοῦν; τίνα δὲ τρόπον καὶ Θεὸς καὶ Πατὴρ ἐν Χριστῷ τὸν κόσμον ἑαυτῷ καταλλάττειν λέγεται παρὰ τῶν ἁγίων μυσταγωγῶν, εἰ μὴ συνεισδέξαιτό τις τῷ ἐκ Θεοῦ φύντι Λόγῳ πρὸς ἕνωσιν τὸ ἀνθρώπινον, ἀπαιτούσης τοῦτο τῆς σοφῆς οἰκονομίας; καταγγέλλουσι γὰρ οἱ θεσπέσιοι μαθηταὶ λαλοῦντες ἐν πνεύματι, οὐχ ὡς ἐν ἀνθρώπῳ κατοικήσαντα τὸν τοῦ Θεοῦ Λόγον, ἀλλ' ὡς σάρκα γεγονότα, τουτέστιν ἑνωθέντα σαρκὶ ψυχὴν ἐχούσῃ τὴν λογικήν· οὕτω γὰρ ἂν εἴη καὶ τῆς δόξης κύριος ὁ ἐσταυ-

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ii ad Corinthios. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg005.local001/.
