# Fragmenta in sancti Pauli epistulam ii ad Corinthios 333

Cyrillus, Fragmenta in sancti Pauli epistulam ii ad Corinthios, Page 333. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-ii-ad-corinthios/333

ΤΟΜΟΣ Β. ΛΟΓΟΣ Α. Πεποίθησιν δὲ τοιαύτην ἔχομεν διὰ Χριστοῦ πρὸς τὸν Θεόν κ.τ.λ. ΕΙΔΩΣ ὁ Παῦλος τῆς ἀποστολῆς τὸ ἀξίωμα οὐκ ἀνθρωπίναις μᾶλλον ἀνάπτει δυνάμεσιν ἀλλὰ τῷ πάντα ἰσχύοντι Θεῷ καὶ τοῖς τοῦ λαβεῖν ἀξίοις ὀρέγοντι διὰ μεσίτου Χριστοῦ. διό φησι πάντα μὲν ἐν Χριστῷ τοῖς ἁγίοις τὰ ἀγαθά· καὶ γάρ "ἐστιν ἄνωθεν καὶ ἐκ τοῦ πατρὸς τῶν φώτων πᾶν "δώρημα τέλειον·" ἀλλ' οὖν ὁ δι' οὗ τὰ πάντα καὶ ἐν ᾧ τὰ πάντα Χριστός ἐστιν, μεσιτεύων μὲν ἡμᾶς καὶ Θεὸν διὰ τὴν οἰκονομίαν, πλὴν ἐνεργῶν τὰ πάντα παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ἅτε δὴ καὶ ὑπάρχων αὐτοσοφία τε καὶ δύναμις αὐτοῦ· ποία δέ ἐστιν ἡ πεποίθησις ἡ διὰ Χριστοῦ πρὸς Θεὸν, ἄκουε δὴ προσεπάγοντός τε καὶ λέγοντος Οὐχ ὅτι ἀφ' ἑαυτῶν ἱκανοί ἐσμεν λογίσασθαί τι ὡς ἐξ ἑαυτῶν· "πᾶσα γὰρ σοφία "παρὰ Κυρίου," κατὰ τὸ γεγραμμένον· ἀλλ' ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ Θεοῦ ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης, οὐ γράμματος ἀλλὰ πνεύματος· τὸ γὰρ γράμμα ἀποκτέννει, τὸ δὲ πνεῦμα ζωοποιεῖ. καὶ τί τὸ γράμμα ἐστίν; ὁ

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ii ad Corinthios. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg005.local001/.
