# Fragmenta in sancti Pauli epistulam ii ad Corinthios 334

Cyrillus, Fragmenta in sancti Pauli epistulam ii ad Corinthios, Page 334. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-ii-ad-corinthios/334

ἐν νόμῳ τύπος, τὰ ὡς ἐν σκιαῖς ἔτι πληρούμενα· πνεῦμα δὲ, τῆς ἐν Χριστῷ λατρείας ἡ δύναμις, πνευματικοὺς ἀποφαίνουσα τοὺς προσιόντας αὐτῇ διὰ τῆς πίστεως· ὅσῳ δ' ἂν ἥττων τῆς ἀληθείας ὁ τύπος, τοσοῦτον οἶμαι κατόπιν οἱ διακονοῦντες αὐτὸν τῶν ἱερουργούντων τὴν ἀλήθειαν· ῥαντίζει γὰρ ἡμᾶς Χριστὸς αἵματι τῷ ἰδίῳ, καὶ οὐ πρὸς μόνην "τὴν "τῆς σαρκὸς καθαρότητα," καθάπερ ἀμέλει καὶ τὰ ἐν νόμῳ, καθαρίζει δὲ μᾶλλον καὶ "τὴν συνείδησιν ἡμῶν ἀπὸ νεκρῶν "ἔργων," καὶ ἐξίστησι πλημμελήματος· χαρίζεται δὲ πρὸς τούτῳ καὶ ζωῆς ἐλπίδα· καὶ γάρ ἐστιν ἀληθὲς ὡς "ὁ "πιστεύων εἰς τὸν Υἱὸν ἔχει ζωὴν αἰώνιον·" ἐπήγγελται γὰρ καὶ αὐτῶν τῶν σωμάτων τὴν ἀνάστασιν καὶ ἀναφοίτησιν τὴν εἰς ἀφθαρσίαν καὶ εἰς μακραίωνα βίον. Καὶ γὰρ οὐδὲ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει, εἵνεκεν τῆς ὑπερβαλλούσης δόξης. Ἀναφέρει πάλιν ἐπὶ τὸ ἀσυγκρίτως ὑπερτεροῦν τῆς θείας ἀποστολῆς τὸ ἀξίωμα καὶ τῶν διακονιῶν τὴν σύγκρισιν ποιησάμενος καὶ τὸ ἑκατέρας ἴδιον εὖ μάλα παρενεγκὼν διαφανεστέραν ἀποφαίνει τὴν ἐν Χριστῷ διὰ πνεύματος. καὶ ὁ μὲν τῆς ἐννοίας αὐτῷ διὰ τούτων ἔρχεται σκόπος, πέφρασται γεμὴν οὐ σφόδρα σαφῶς τὸ ῥητόν· ἔοικεν γὰρ εἶναί πως οὐ λίαν εὐκάτοπτον οὔτε μὴν τοῖς ἐθέλουσιν ἕτοιμον ἰδεῖν. τί

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ii ad Corinthios. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg005.local001/.
