# Fragmenta in sancti Pauli epistulam ii ad Corinthios 335

Cyrillus, Fragmenta in sancti Pauli epistulam ii ad Corinthios, Page 335. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-ii-ad-corinthios/335

γάρ ἐστι τό Οὐ δεδόξασται τὸ δεδοξασμένον καὶ τὰ ἑξῆς; ἔστι δέ τι τοιοῦτον ὃ βούλεται δηλοῦν. δεδόξασται μὲν γὰρ, φησὶν, ὁ Μωσῆς, ὡς διάκονος νόμου τοῦ καταργουμένου, ἀλλ' ἡ τοῦ νέου καὶ ἐν Χριστῷ κηρύγματος δόξα νικῶσα τὴν πρώτην ἀπέφηνε τοιαύτην αὐτὴν ὡς μηδὲ ὅλως δεδοξάσθαι δοκεῖν. ὅνπερ γὰρ τρόπον νυκτὸς μενούσης ἔτι καὶ τοῦ κατ' αὐτὴν σκότους τόδε τὸ σύμπαν καταμελαίνοντος, ἀπαστράπτει μὲν ὥσπερ τῆς σελήνης ὁ κύκλος, δόξαν δὲ τὴν ἰδίαν ἔχει ὁ τῶν ἄστρων χορός· ἡλίου γεμὴν ἀνίσχοντος καὶ τῆς ἑαυτοῦ μαρμαρυγῆς ἁπλοῦντος τὴν δόξαν, ἥτταται τῷ προὔχοντι τῆς σελήνης τὸ φῶς, ἔοικε δέ πως μηδὲ πεφωτίσθαι δοκεῖν· κατὰ τὸν αὐτὸν οἶμαι τρόπον, τὸν τῶν προκειμένων ἐκδέξῃ νοῦν. τὸ γάρ τοι δεδοξασμένον, φησὶ, τουτέστιν ἡ τοῦ νόμου διακονία, καίτοι λαχοῦσα παρὰ Θεοῦ τὴν δόξαν, ἔοικέ πως μὴ δεδοξάσθαι τὴν ἀρχὴν εἵνεκεν τῆς ὑπερβαλλούσης δόξης, τῆς δεδωρημένης δηλονότι τοῖς διακονοῦσι τῷ θείῳ τε καὶ εὐαγγελικῷ κηρύγματι· παραχωρεῖ γάρ πως ἀεὶ τὸ μεῖον τῷ προὔχοντι. Εἰ γὰρ τὸ καταργούμενον διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον, ἐν δόξῃ. Τί τὸ καταργούμενον; ἡ σκιὰ καὶ ὁ νόμος ἤγουν ὁ τύπος, τί δὲ τὸ μένον; τὰ τοῦ Θεοῦ θεσπίσματα. οὐκοῦν καὶ ἐν δόξῃ ἦν ἡ σκιὰ, ἀλλ' ἐν δόξῃ διαφανεστέρᾳ τὰ Χριστοῦ· μένει γὰρ εἰ κατακρατήσει τῆς ὑπ' οὐρανόν. Ἔχοντες οὖν τοιαύτην ἐλπίδα πολλῇ παῤῥησίᾳ χρώμεθα. Ποίαν ἐλπίδα; τὸ ἱκανῶσθαι παρὰ Θεοῦ καὶ ἀρτίως ἔχειν διὰ τῆς χάριτος πρὸς τὸ εἶναι "διακόνους καινῆς διαθήκης "οὐ γράμματος." πρέπει δὲ τοῖς τοιούτοις τὸ ἐν πολλῇ παῤῥησίᾳ λαλεῖν, οὔτε τῶν τύπων αἰσχυνομένους τὸ ἀδρανὲς,

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ii ad Corinthios. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg005.local001/.
