Ancient Greek
Page 336
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ii ad Corinthios 336
Not analysed yet
οὔτε τῶν ἀκροατῶν τὸ ἄσοφον· καὶ γὰρ τὸ Ἅγιον Πνεῦμα ἐνιδρυθὲν ἐν ταῖς τῶν πιστῶν ψυχαῖς, ποιεῖ αὐτοὺς νοεῖν εὐκόλως καὶ τοὺς βαθεῖς λόγους. Καὶ οὐ καθάπερ Μωσῆς ἐτίθει κάλυμμα ἐπὶ τὸ πρόσωπον ἑαυτοῦ. Κἀν τούτῳ πάλιν οἱ Χριστοῦ μαθηταὶ διαφανέστεροι δόξῃ, ὅτι γέγονεν αὐτοῖς ὁ τοῦ κηρύγματος λόγος σαφής τε καὶ ἀνυπόστατος καὶ οὐδὲν ἔχων δύσκολον καθάπερ τὸ διὰ Μώσεως. ἐπειδὴ γὰρ ἦσαν ἀδόκιμοι οἱ υἱοὶ Ἰσραὴλ μετὰ τοσαύτας τερατουργίας μοσχοποιήσαντες, προσωπεῖον ἐτίθει ἑαυτῷ Μωυσῆς καὶ τὸν θεῖον αὐτοῖς λαλῶν νόμον ἐχρῆτο καλύμμασι, δι' αἰνιγμάτων διδάσκων ὡς τὸ ἀληθὲς τοῦ νόμου πρόσωπον, τουτέστι Χριστὸν, οὐκ ἂν ἰσχύσειαν ἰδεῖν, δευτέρῳ δὲ ὥσπερ προσβάλλουσι προσώπῳ μόλις, τῇ σκιᾷ δόξαν οὐδεμίαν ἐχούσῃ, ἥτις καὶ καταργεῖται ἡ σκιὰ καὶ ὁ τύπος. πέπαυται γὰρ καινῆς διαθήκης εἰσκεκομισμένης, τέλος δὲ τοῦ καταργουμένου νόμου ὁ Χριστός. οὐκοῦν ἡ κεκρυμμένη δόξα Μωσέως, ὁ Χριστὸς, ἦν τὸ τέλος τοῦ καταργουμένου νόμου· εἰ γάρ τις ἀφέλῃ τὴν σκιὰν καὶ οἷον τὸ ἐμφανὲς καὶ δεύτερον πρόσωπον τὸ ὡς ἐν γράμματι περιελεῖν αὐτὸ, ὄψεται τὸν Ἐμμανουὴλ πολυτρόπως ἐφ' ἑκάστῳ διαμορφούμενον, καὶ τὴν ὑπέρ γε τοῦ κόσμου σφαγὴν ὑπομένοντα καὶ σώζοντα τὴν ὑπ' οὐρανὸν, ἵνα καὶ δοξάζηται πρὸς ἡμῶν καὶ τῶν ἁγίων ἀγγέλων προσκυνούμενος. ἀπρόσιτον οὖν ταῖς Ἰουδαίων διανοίαις τῆς τοῦ Σωτῆρος δόξης τὸ φῶς. ἐπειδὴ γὰρ πᾶσα θεωρία πνευματικὴ πρὸς τὸ Χριστοῦ βλέπει μυστήριον, οὐ προσίενται δὲ τὴν εἰς αὐτὸν πίστιν οἱ τάλανες Ἰουδαῖοι, μεμένηκεν ἐπ' αὐτοῖς τὸ κάλυμμα, καταργεῖται δὲ ἐν Χριστῷ.