# Fragmenta in sancti Pauli epistulam ii ad Corinthios 337

Cyrillus, Fragmenta in sancti Pauli epistulam ii ad Corinthios, Page 337. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-ii-ad-corinthios/337

Ἡνίκα δ' ἂν ἐπιστρέψῃ πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα. Αὐτὸς ὁ Κύριός ἐστι τὸ φῶς καὶ ἀποκαλύπτει "τὰ βαθέα "καὶ ἀπόκρυφα," καὶ τὸ ἀληθὲς τοῦ νόμου πρόσωπον τὸ δεδοξασμένον δείκνυσι τοῖς σοφοῖς τοῖς ἡγιασμένοις ἐν πνεύματι καὶ διὰ τῆς εἰς Χριστὸν πίστεως λελαμπρυσμένοις. παιδαγωγεῖ μὲν γὰρ ὁ νόμος ἐπὶ Χριστὸν, ὁ δὲ ἐφ' ἕτερόν τινα παιδαγωγεῖν τεταγμένος, ἵστησι μὲν οὐκ ἐφ' ἑαυτῶν τοὺς παιδευομένους, ἀποφέρει δὲ μᾶλλον ἐπί τι τῶν ἀμείνω καὶ μειζόνων ἢ καθ' ἑαυτόν. ὅθεν τοι καὶ ὁ θεσπέσιος Παῦλος σκύβαλά φησιν ἡγήσασθαι τὰ ἐν νόμῳ "διὰ τὸ "ὑπερέχον τῆς γνώσεως τοῦ Χριστοῦ." Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν, οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία. Δεῖ οὖν γενέσθαι πνευματικοὺς, οὐ γὰρ ἄλλως δυνατὸν θεωρῆσαι Χριστὸν, ὅς ἐστι "τέλος τοῦ καταργουμένου," φημὶ δὴ τοῦ νόμου. τότε πάντη τε καὶ πάντως "περιαιρεῖται τὸ "κάλυμμα," γυμνῷ δὲ καὶ ἀπημφιεσμένῳ προσώπῳ τὸν ἱερὸν ὄψονται Μωσέα τὸ ἐκ τοῦ γράμματος προσωπεῖον ἤτοι κατασκίασμα τὸ ἐκ τῆς ἐμφανοῦς ἱστορίας οὐκ ἔχοντα. εἰσὶ γὰρ ἐν τούτοις οἱ ἐν Χριστῷ τὴν ἐλευθέραν τοῦ Πνεύματος ἀποκάλυψιν πλουσίως εἰσδεδεγμένοι. εἰ δὲ ἔνθα που πέρ ἐστι τὸ Πνεῦμα, ἐκεῖ πάντως καὶ ἡ ἐλευθερία, πῶς οὐκ ἐλεύθερον κατὰ φύσιν ἐστίν; εἰ δὲ τοῦτο, καὶ τῶν τῆς δουλείας ἀνῴκισται μέτρων, καὶ γενητὸν μὲν οὐκέτι, συντάττοιτο δ' ἂν εἰκότως τῇ ἀνωτάτω τε καὶ ἐλευθέρᾳ φύσει, ᾗ τὸ κατὰ πάντων μετέστι κράτος· Πνεῦμα γάρ ἐστι τοῦ Πατρὸς ἐξ αὐτοῦ διῆκον ἐπὶ τὴν κτίσιν ἐν Χριστῷ.

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ii ad Corinthios. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg005.local001/.
