# Fragmenta in sancti Pauli epistulam ii ad Corinthios 338

Cyrillus, Fragmenta in sancti Pauli epistulam ii ad Corinthios, Page 338. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-ii-ad-corinthios/338

Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου πνεύματος. Μωσῆς μὲν γὰρ ἐπετίθει ἑαυτῷ κάλυμμα διά τοι τὸ μὴ δύνασθαι τοὺς υἱοὺς Ἰσραὴλ κατιδεῖν "τὴν δόξαν τοῦ προς"ώπου αὐτοῦ·" ψυχικοὶ γὰρ ἦσαν καὶ σαρκικοὶ καὶ ἀτελεῖς εἰς πίστιν· ἡμεῖς δὲ οἱ πιστοὶ διὰ τῆς τοῦ Πνεύματος δᾳδουχίας πεφωτισμένην ἔχοντες τὴν καρδίαν καὶ καθαρῶς βλέπειν εἰδότα τῆς διανοίας τὸν ὀφθαλμὸν ἀνακεκαλυμμένῳ προσώπῳ τεθεάμεθα τὸν Κύριον· λελάληκε γὰρ ἡμῖν καὶ ὤφθη ἐν δόξῃ καὶ ὑπεροχῇ τῇ θεοπρεπεστάτῃ· Θεὸν γὰρ αὐτὸν ἐγνώκαμεν χαρακτῆρα τῆς ὑποστάσεως τοῦ Πατρός. ὡς ἐν ἐσόπτρῳ οὖν θεωροῦμεν τὴν θείαν καὶ ἀπόῤῥητον φύσιν, μεταπλάττεται γὰρ ὥσπερ τῶν πιστευόντων ὁ νοῦς ἐκ νομικῆς εὐμαθείας εἰς παίδευσιν εὐαγγελικὴν, καὶ μεταμορφοῦται τρόπον τινὰ εἰς εἴδησιν τὴν πνευματικὴν, σκιᾶς ἢ τύπων οὐκ ἀνεχόμενος, ἀλλ' ἐκ δόξης τῆς κατὰ τὸν νόμον εἰς δόξαν ἑτέραν τὴν ἐν Χριστῷ διὰ Πνεύματος μεταφοιτᾶν ᾑρημένος. οὐκοῦν τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα· μεθιστάντες γὰρ τοὺς τύπους εἰς ἀλήθειαν, καὶ ἐκ τῆς κατὰ τὸν νόμον σκιᾶς τὸ Χριστοῦ μυστήριον τῇ τῶν ἐννοιῶν ἰσχνότητι διαμορφοῦντες, ὡς ἐν εἴδει τὴν αὐτὴν εὑρήσομεν δόξαν· εἰ γὰρ δέδοται δόξα τοῖς διακονοῦσι τὸν νόμον, μείζων καὶ ἀσυγκρίτως ὑπερκειμένη τὴν πρώτην ἡ τῶν ἁγίων ἱερουργῶν, οἳ καὶ ἱκάνωνται παρὰ Θεοῦ διάκονοι "καινῆς διαθήκης οὐ "γράμματος ἀλλὰ πνεύματος." πρόδηλον δήπου καὶ οὐδενὶ τῶν ὄντων ἀσυμφανὲς, ὅτι πάντη τε καὶ πάντως οἱ ἐκ νομικῆς παιδεύσεως μεθιστάμενοι πρὸς ἀκρίβειαν εὐαγγελικὴν,

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ii ad Corinthios. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg005.local001/.
