# Fragmenta in sancti Pauli epistulam ii ad Corinthios 339

Cyrillus, Fragmenta in sancti Pauli epistulam ii ad Corinthios, Page 339. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-ii-ad-corinthios/339

ἐκ δόξης ὥσπερ τῆς πρώτης εἰς δόξαν ἰόντες ἑτέραν νοηθεῖεν ἂν, καὶ οἷον πρὸς τὰ ἀμείνω μεταπλαττόμενοι. τὸ δὲ δὴ μεθιστᾶν εἰς τοῦτο αὐτοὺς τὸ Πνεῦμά ἐστι, τὸ τῆς ἐκ νόμου δουλείας ἐλευθεροῦν· ἐν αὐτῷ γὰρ "κράζομεν Ἀββᾶ ὁ "πατὴρ" ὡς υἱοὶ καὶ ἐλεύθεροι. ἔστι δὲ οὐχ ἑτέρως τῆς κατὰ τὸν νόμον ἰσχνολογίας τὸ βάθος ἰδεῖν, πλὴν ὅτι διὰ μόνου τοῦ Ἁγίου Πνεύματος· αὐτὸ γάρ ἐστι καὶ τὸ ἐρευνοῦν "καὶ "τὰ βάθη τοῦ Θεοῦ." βάθη δὲ Θεοῦ, τὴν ἐν τοῖς ἱεροῖς γράμμασι τεθησαυρισμένην γνῶσιν ὠνομάσθαι φαμέν· ταύτῃ τοι καὶ ὁ θεσπέσιος Δαυεὶδ τὰς πρὸς Θεὸν ἐποιεῖτο λιτὰς οὕτω λέγων "Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου καὶ κατα"νοήσω τὰ θαυμάσιά σου ἐκ τοῦ νόμου σου·" ἐποιεῖτο δὲ καὶ αὐτὸς ὁ Σωτὴρ οὐκ ἀθαύμαστον τὸν ἐκ νομικῆς εἰδήσεως ἀναβαίνοντα πρὸς πνευματικὴν τουτέστι τὴν εὐαγγελικήν· ἔφη γὰρ ὅτι "Διὰ τοῦτο λέγω ὑμῖν ὅτι πᾶς γραμματεὺς "μαθητευθεὶς τῇ βασιλείᾳ τῶν οὐρανῶν, ὅμοιός ἐστιν ἀν"θρώπῳ πλουσίῳ ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ "νέα καὶ παλαιά." παλαιὰ μὲν γὰρ, τὰ ἐν νόμῳ· νέα γεμὴν, τὰ ἐν Χριστῷ. εἰ δὲ δή τις βούλοιτο καὶ καθ' ἕτερον νοεῖσθαι τρόπον τὴν ἐκ δόξης εἰς δόξαν μεταμόρφωσιν τῆς αὐτῆς ἡμῶν εἰκόνος, παραδέξεταί τι τοιοῦτον εἰς νοῦν, ὅτι ὅσοι Χριστὸν ἐγνώκαμεν, καταλελογίσμεθα δὲ καὶ ἐν τέκνοις Θεοῦ, πάντη τε καὶ πάντως ἐσμὲν ἐν δόξῃ· κατὰ δέ γε τὸν τῆς ἀναστάσεως καιρὸν τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν καθάπερ ἀπὸ κυρίου πνεύματος· αὐτὸς γὰρ ἡμῖν ὁ Χριστὸς, ὁ "τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος" χαρισάμενος, προσθήσει τὸ λεῖπον κατ' ἐκεῖνο τοῦ καιροῦ, μετασχηματίσει δὲ καὶ "τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμ"μορφον τῷ σώματι τῆς δόξης αὐτοῦ."

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ii ad Corinthios. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg005.local001/.
