# Fragmenta in sancti Pauli epistulam ii ad Corinthios 340

Cyrillus, Fragmenta in sancti Pauli epistulam ii ad Corinthios, Page 340. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-ii-ad-corinthios/340

Ἐπειδὴ δέ φησιν ὁ μυσταγωγός Καθάπερ ἀπὸ κυρίου πνεύματος, καί "Οὗ δὲ τὸ πνεῦμα Κυρίου, ἐλευθερία," τῆς τῶν ἀνοσίων αἱρετικῶν συκοφαντίας οὐκ ἀνεξόμεθα, τοῖς γενητοῖς ἐναρίθμιον ποιεῖσθαι τὸ Πνεῦμα· εἰ γὰρ ἔνθα που ἐστὶ τὸ Πνεῦμα, ἐκεῖ που πάντως καὶ ἡ ἐλευθερία, πῶς οὐκ ἐλεύθερον κατὰ φύσιν ἐστίν; εἰ δὲ τοῦτο, καὶ τῶν τῆς δουλείας ἄνω κεῖται μέτρων· Πνεῦμα γάρ ἐστι τοῦ Πατρὸς ἐξ αὐτοῦ διῆκον ἐπὶ τὴν κτίσιν ἐν Χριστῷ. Εἰς τὸ μὴ αὐγάσαι αὐτοῖς τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ. Ἐπειδὴ ἡλίου δίκην τὸ ἱερὸν ἀναλάμπει κήρυγμα καὶ ἀνακεκαλυμμένῳ προσώπῳ πᾶς πιστὸς "τὴν δόξαν Κυρίου" κατοπτρίζεται, οὐκ ἄν τις τῶν ὀρθὰ φρονούντων τὴν τινῶν ἀμάθιαν τῷ θείῳ καταγράψει κηρύγματι. τί γὰρ εἰ ἐξὸν εἰδέναι ἀποσείονται τὴν γνῶσιν τινῶν πεπωρωμένοι τὸν νοῦν ἐξ ἀπάτης διαβολικῆς; ἀλλ' οἵ γε τῆς ἐκείνου δυστροπίας ἀμείνους σοφοί τε καὶ νουνεχέστεροι πεπλουτήκασι τὴν γνῶσιν. ἆρα γὰρ εἰ βαρβάρων τινὰς εἰρηκότων καὶ τοῖς τῆς δουλείας ὑποθέντων ζυγῷ, προσθείη τις ἕτερος τοῖς εἰς τοῦτο πεσοῦσι ταλαιπωρίας τῶν συμβεβηκότων αὐτοῖς τὴν ἀπαλλαγήν· εἶτα τῆς ἐλευθερίας ἐκεῖνοι προθέντες τὰ ὑπόζυγα κεῖσθαι, ἀνεξίτητον ποιοῖντο τὴν συμφοράν· αἰτιάσαιτό τις εἰπέ μοι τὸν προθέντα φιλαγάθως τῆς ἐλευθερίας αὐτοῖς τὴν ἄδειαν ἢ μᾶλλον ἐκείνους δυσβουλίας γράψεται; οὐκοῦν προὔθηκεν μὲν ὁ τῶν ὅλων Θεὸς τοῖς ἐθέλουσι πιστεύειν εἰς τὸν Υἱὸν, τὸ γυμνῷ καὶ ἀνακεκαλυμμένῳ προσώπῳ καταθεάσασθαι τὴν δόξαν αὐτοῦ· διημαρτήκασι δὲ τῆς χάριτος οἱ

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ii ad Corinthios. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg005.local001/.
