# Fragmenta in sancti Pauli epistulam ii ad Corinthios 341

Cyrillus, Fragmenta in sancti Pauli epistulam ii ad Corinthios, Page 341. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-ii-ad-corinthios/341

τοῦ διαβόλου τὸν σκοτισμὸν ἀπόβλητον ἔχοντες, καὶ τῶν εὐαγγελικῶν θεσπισμάτων τὸ φῶς ἀσυνέτως οὐ προσιέμενοι. διηύγασε γὰρ ἂν καὶ αὐτοῖς ὁ φωτισμὸς τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ. καὶ θεὸν μὲν τοῦ αἰῶνος τούτου κατονομάζει τὸν σατανᾶν, οὐχ ὅτι Θεὸς κατὰ φύσιν ἐστὶν, ἀλλ' ὅτι τοῦτο εἶναι νενόμισται παρά γε τοῖς οὐκ εἰδόσι τίς ὁ φύσει καὶ ἀληθῶς ἐστι Θεός· ἐκεῖνο γεμὴν ἄξιον καταθαυμάσαι πάλιν· θεολογεῖ γὰρ ὁ Παῦλος, καὶ τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς διατρανοῖ τὸ μυστήριον. ἰδοὺ γὰρ σαφῶς φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης Χριστοῦ τὸ ἀποστολικὸν ὀνομάζει κήρυγμα· καίτοι Χριστοῦ κεκλημένου τοῦ ἐκ Θεοῦ κατὰ φύσιν ὄντος Υἱοῦ, κατὰ τὸν τῆς χρίσεως καιρὸν, καθ' ὃν καίτοι τοῦ Ἁγίου Πνεύματος αὐτὸς ὑπάρχων χορηγὸς, κεχρίσθαι λέγεται παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς τῷ ἐλαίῳ τῆς ἀγαλλιάσεως. οὐκοῦν ἐν εἴδει τῷ καθ' ἡμᾶς γεγονὼς καὶ ὀφθεὶς ἄνθρωπος ἐπὶ τῆς γῆς ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, τότε δὴ τότε καὶ μάλα ὀρθῶς Χριστὸς νοεῖται καὶ λέγεται. οὐκ εἰς ἕνα τοίνυν τῶν καθ' ἡμᾶς ἡ πίστις τῷ κόσμῳ διακηρύττεται καὶ ψιλὸν ἄνθρωπον ὑπὸ τῶν πνευματοφόρων, καταγγέλλουσι δὲ μᾶλλον τὸν ἐκ Θεοῦ Λόγον ἐν ἀνθρωπείᾳ μορφῇ πεφηνότα, καὶ ὡς πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς τὸν Μονογενῆ. ἐπεὶ ποῖος ἂν νοοῖτο πρὸς ἡμῶν ὁ φωτισμὸς τοῦ εὐαγγελίου τῆς δόξης αὐτοῦ,

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ii ad Corinthios. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg005.local001/.
