# Fragmenta in sancti Pauli epistulam ii ad Corinthios 344

Cyrillus, Fragmenta in sancti Pauli epistulam ii ad Corinthios, Page 344. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-ii-ad-corinthios/344

ΤΟΜΟΣ Γ. ΛΟΓΟΣ Α. Ἐν ὀστρακίνοις σκεύεσιν. ΣΚΕΥΗ ὀστράκινα τὸ τῆς λέξεως ὀνομάζει κοινὸν, οὐ γὰρ ἐν κόμπῳ ῥημάτων τῶν θείων ἡμῖν μυστηρίων ἡ παράδοσις, ἀλλ' ὡς ἐν λέξει τῇ πᾶσι κατειθισμένῃ, ἵνα πάντες μανθάνωσι καὶ νοοῦσιν. τί οὖν, ὦ Παῦλε; οὐ γὰρ ἦν ἐφικτὸν τῷ πάντας σοφοῦντι Θεῷ τοὺς ἁγίους ἀποστόλους εὐστομωτάτους τε ἄγαν ἀποφῆναι ῥᾳδίως καὶ πολὺ μᾶλλον ἢ ἐκεῖνοι κατευγλωττισμένους καὶ κτύπῳ ῥημάτων καταπλήττειν εἰδότας τοὺς ἐντυγχάνοντας; ναί φησιν, αὐτὸς γάρ ἐστι τῆς σοφίας ὁ χορηγός· ἀλλ' ἐν ὀστρακίνοις σκεύεσι, τουτέστιν, ἐν ἕξει μικρῷ τὸν θεῖον ἡμῖν κατέκλεισε θησαῦρον. διὰ ποίαν αἰτίαν; ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ καὶ μὴ ἐξ ἡμῶν. οὕτως γὰρ ἔπεισαν πάντας προσδραμεῖν τῇ πίστει. εἰ γὰρ ἦν ἐν αὐτοῖς λαμπρὸς ὁ λόγος, ἔδοξαν ἂν ἔσθ' ὅτε οὐ τῆς αὐτοῦ δυνάμεως γεγενῆσθαι κατόρθωσις τῶν κεκλημένων ἡ πίστις. ἐπειδὴ δὲ διὰ ψιλῶν ἔπεισαν ῥημάτων οὐδεὶς ἐνδοιάζει ὅτι Θεοῦ γέγονε τῆς ἐν τούτῳ δυνάμεως ἡ ὑπερβολή. Ὀστράκινα σκεύη λέγομεν ἃ περικείμεθα σώματα ἐν τοῖς αἰσθητοῖς ὄντες, διανοίᾳ τοιαύτῃ· ἐπεὶ ἔτι σάρκα περικείμενοι τὴν ἐμποδίζουσαν τῇ θεωρίᾳ τῆς ἀληθείας, γνῶσιν ἔχομεν τὴν περὶ τῆς Τριάδος, ἡ ὑπερβολὴ τοῦ μεγέθους τῆς γνώσεως οὐκ ἐξ ἡμῶν, ἀλλ' ἐκ Θεοῦ δυνάμεως ὑπάρχουσα ἡμῖν γνωρίζεται.

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ii ad Corinthios. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg005.local001/.
