# Fragmenta in sancti Pauli epistulam ii ad Corinthios 345

Cyrillus, Fragmenta in sancti Pauli epistulam ii ad Corinthios, Page 345. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-ii-ad-corinthios/345

Ἐν παντὶ θλιβόμενοι, ἀλλ' οὐ στενοχωρούμενοι κ.τ.λ. Φαίνονται μὲν γὰρ ὑπέρ γε τῆς εἰς αὐτὸν εὐσεβείας καὶ αὐτὸν ἀνατλάντες τὸν θάνατον· πλὴν εἰ καὶ τοῦτο συνέβη παθεῖν αὐτοὺς, ἀλλ' οὖν ζῶσι, τῷ Θεῷ ζήσειν μέλλοντες· καὶ καθά φησι τῆς σοφίας ὁ λόγος "Ἔδοξαν ἐν ὀφθαλμοῖς "ἀνθρώπων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐ"τῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα· οἱ δὲ εἰσὶν ἐν "εἰρήνῃ, καὶ ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης." ποία τίς οὖν ἄρα τῶν ἱδρώτων ἡ νόησις, διερμηνεύει πάλιν ὁ Παῦλος οὕτω λέγων Πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ. διττὸν εἶναί φαμεν τὸν τῆς ἐνθάδε νοουμένης νεκρώσεως τρόπον, ὧν εἷς μέν ἐστι νοητὸς καὶ πνευματικὸς, ἕτερος γεμὴν ὡς ἐν αἰσθήσει τῇ κατὰ σῶμα λαμβάνεται· Θεὸς γὰρ ὑπάρχων καὶ ἐκ Θεοῦ πεφηνὼς κατὰ φύσιν ὁ Μονογενὴς αὐτοῦ Λόγος, ἰδίαν ἐποιήσατο σάρκα τὴν ἀπὸ τῆς γῆς, καὶ τὸ θνητὸν δὴ τοῦτο καὶ ἀνθρώπινον ἠμπέσχετο σῶμα, ψυχὴν ἔχων τὴν λογικήν· καὶ τίς ἡ τοῦδε πρόφασις; ἵνα νεκρώσῃ τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, καὶ τῶν ἐμφύτων τε καὶ ἐν αὐτῇ κινημάτων τῶν εἰς ἐκτόπους ἀποφερόντων ἡδονὰς ἀπαμβλύνῃ τὸ κέντρον· κατώρθωκε δὲ οὐχ ἑαυτῷ Θεὸς ὢν ὁ Λόγος τὸ ἐπέκεινα τῶν ἐν ἡμῖν ὁρᾶσθαι παθῶν· οὐ γὰρ οἶδεν ἁμαρτίαν· ἀλλ' οἷον ὅλην ἐν ἑαυτῷ τὴν ἀνθρώπου φύσιν μεταστοιχειῶν εἰς ζωὴν ἁγίαν καὶ ἄμωμον, ὅτε γέγονεν ἄνθρωπος καὶ ἐν εἴδει τῷ καθ' ἡμᾶς· γέγονε γὰρ "ἐν πᾶσιν "αὐτὸς πρωτεύων," ἵνα καὶ ἡμεῖς τοῖς ἴχνεσιν αὐτοῦ κατακολουθήσαντες ἔχωμεν ἐν ἑαυτοῖς τὴν αὐτοῦ νέκρωσιν, τουτέστιν ἀπρακτοῦσαν ἐν τῇ σαρκὶ τῆς ἁμαρτίας τὴν δύναμιν·

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ii ad Corinthios. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg005.local001/.
